Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (67 page)

BOOK: Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
12.68Mb size Format: txt, pdf, ePub

Φαλῆς ἑταῖρε Βακχίου
ξύγκωμε νυκτοπεριπλάνητε
μοιχὲ παιδεραστά, 265
ἕκτῳ σ᾽ ἔτει προσεῖπον ἐς
τὸν δῆμον ἐλθὼν ἄσμενος,
σπονδὰς ποιησάμενος ἐμαυτῷ,
πραγμάτων τε καὶ μαχῶν
καὶ Λαμάχων ἀπαλλαγείς. 270
πολλῷ γάρ ἐσθ᾽ ἥδιον, ὦ Φαλῆς Φαλῆς,
κλέπτουσαν εὑρόνθ᾽ ὡρικὴν ὑληφόρον
τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως
μέσην λαβόντ᾽ ἄραντα καταβαλόντα
καταγιγαρτίσ᾽ ὦ 275
Φαλῆς Φαλῆς.
ἐὰν μεθ᾽ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·

Χορ.:  οὗτος αὐτός ἐστιν, οὗτος. 280
βάλλε βάλλε βάλλε βάλλε,
παῖε παῖε τὸν μιαρόν.
οὐ βαλεῖς; οὐ βαλεῖς;

Δικ.:   Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.

Χορ.:  σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή. 285

Δικ.:   ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;

Χορ.:  τοῦτ᾽ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος  290
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ᾽ ἀποβλέπειν.

Δικ.:   ἀντὶ δ᾽ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλα᾽ ἀκούσατε.

Χορ.:  σοῦ γ᾽ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις. 295

Δικ.:   μηδαμῶς πρὶν ἄν γ᾽ ἀκούσητ᾽· ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθοί.

Χορ.:  οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ  300
κατατεμῶ ποθ᾽ ἱππεῦσι καττύματα.
σοῦ δ᾽ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.

Δικ.:   ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε, 305
τῶν δ᾽ ἐμῶν σπονδῶν ἀκούσατ᾽, εἰ καλῶς ἐσπεισάμην.

Χορ.:  πῶς δέ γ᾽ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γ᾽ ἅπαξ
οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθ᾽ ὅρκος μένει;

Δικ.:   οἶδ᾽ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων. 310

Χορ.:  οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτ᾽ ἐγώ σου φείσομαι;

Δικ.:   οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλ᾽ ἐγὼ λέγων ὁδὶ
πόλλ᾽ ἂν ἀποφήναιμ᾽ ἐκείνους ἔσθ᾽ ἃ κἀδικουμένους.

Χορ.:  τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον, 315
εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.

Δικ.:   κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
ὑπὲρ ἐπιξήνου ᾽θελήσω τὴν κεφαλὴν ἔχων λέγειν.

Χορ.:  εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; 320

Δικ.:   οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
οὐκ ἀκούσεσθ᾽; οὐκ ἀκούσεσθ᾽ ἐτεὸν ὦχαρνηίδαι;

Χορ.:  οὐκ ἀκουσόμεσθα δῆτα.

Δικ.:   δεινά τἄρα πείσομαι.

Χορ.:  ἐξολοίμην, ἢν ἀκούσω.

Δικ.:   μηδαμῶς ὦχαρνικοί.

Χορ.:  ὡς τεθνήξων ἴσθι νυνί. 325

Δικ.:   δήξομἄρ᾽ ὑμᾶς ἐγώ.
ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
ὡς ἔχω γ᾽ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.

Χορ.:  εἰπέ μοι, τί τοῦτ᾽ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
τῶν παρόντων ἔνδον εἵρξας; ἢ ᾽πὶ τῷ θρασύνεται; 330

Δικ.:   βάλλετ᾽ εἰ βούλεσθ᾽. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
εἴσομαι δ᾽ ὑμῶν τάχ᾽ ὅστις ἀνθράκων τι κήδεται.

Χορ.:  ὡς ἀπωλόμεσθ᾽. ὁ λάρκος δημότης ὅδ᾽ ἔστ᾽ ἐμός.
ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.

Δικ.:   ὡς ἀποκτενῶ, κέκραχθ᾽· ἐγὼ γὰρ οὐκ ἀκούσομαι. 335

Χορ.:  ἀπολεῖς ἄρ᾽ ὁμήλικα τόνδε φιλανθρακέα;

Δικ.:   οὐδ᾽ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.

Χορ.:  ἀλλὰ γὰρ νῦν λέγ᾽, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
αὐτὸν ὅτι τῷ τρόπῳ σοὐστὶ φίλος·
ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ. 340

Δικ.:   τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.

Χορ.:  οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.

Δικ.:   ἀλλ᾽ ὅπως μὴ ν᾽ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.

Χορ.:  ἐκσέσεισται χαμᾶζ᾽· οὐχ ὁρᾷς σειόμενον;
ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος. 345
ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.

Δικ.:   ἐμέλλετ᾽ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,
ὀλίγου τ᾽ ἀπέθανον ἄνθρακες Παρνήθιοι,
καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν 350
ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
ἐθέλειν τ᾽ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
ἐμοῦ ᾽θέλοντος ὑπὲρ ἐπιξήνου λέγειν 355
ὑπὲρ Λακεδαιμονίων ἅπανθ᾽ ὅσ᾽ ἂν λέγω·
καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.

Χορ.:  τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζ᾽,
ὅ τι ποτ᾽ ὦ σχέτλιε τὸ μέγα τοῦτ᾽ ἔχεις; 360
πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.
ἀλλ᾽ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν. 365

Δικ.:   ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
ὁ δ᾽ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
ἀμέλει μὰ τὸν Δἴ οὐκ ἐνασπιδώσομαι,
λέξω δ᾽ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους 370
τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·
κἀνταῦθα λανθάνουσ᾽ ἀπεμπολώμενοι·
τῶν τ᾽ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι 375
οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
αὐτός τ᾽ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
εἰσελκύσας γάρ μ᾽ ἐς τὸ βουλευτήριον
διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου 380
κἀκυκλοβόρει κἄπλυνεν, ὥστ᾽ ὀλίγου πάνυ
ἀπωλόμην μολυνοπραγμονούμενος.
νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον.

Χορ.:  τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς; 385
λαβὲ δ᾽ ἐμοῦ γ᾽ ἓνεκα παρ᾽ Ἱερωνύμου
σκοτοδασυπυκνότριχά τιν᾽ Ἄιδος κυνῆν· 390
ἀλλ᾽ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.

Δικ.:   ὥρα ᾽στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
καί μοι βαδιστέ᾽ ἐστὶν ὡς Εὐριπίδην.
παῖ παῖ. 395
Κηφισόφων
τίς οὗτος,

Δικ.:   ἔνδον ἔστ᾽ Εὐριπίδης;

Κηφ.:  οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.

Δικ.:   πῶς ἔνδον εἶτ᾽ οὐκ ἔνδον;

Κηφ.:  ὀρθῶς ὦ γέρον.
ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
οὐκ ἔνδον, αὐτὸς δ᾽ ἔνδον ἀναβάδην ποιεῖ
τραγῳδίαν. 400

Δικ.:   ὦ τρισμακάρι᾽ Εὐριπίδη,
ὅθ᾽ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
ἐκκάλεσον αὐτόν.

Κηφ.:  ἀλλ᾽ ἀδύνατον.

Δικ.:   ἀλλ᾽ ὅμως·
οὐ γὰρ ἂν ἀπέλθοιμ᾽, ἀλλὰ κόψω τὴν θύραν.
Εὐριπίδη, Εὐριπίδιον,
ὑπάκουσον, εἴπερ τώποτ᾽ ἀνθρώπων τινί· 405
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
Ευριπίδης
ἀλλ᾽ οὐ σχολή.

Δικ.:   ἀλλ᾽ ἐκκυκλήθητ᾽.
Ευριπίδης
ἀλλ᾽ ἀδύνατον.

Δικ.:   ἀλλ᾽ ὅμως.
Ευριπίδης
ἀλλ᾽ ἐκκυκλήσομαι· καταβαίνειν δ᾽ οὐ σχολή.

Δικ.:   Εὐριπίδη, 410
Ευριπίδης
τί λέλακας;

Δικ.:   ἀναβάδην ποιεῖς,
ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
ἀτὰρ τί τὰ ῥάκι᾽ ἐκ τραγῳδίας ἔχεις,
ἐσθῆτ᾽ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
ἀλλ᾽ ἀντιβολῶ πρὸς τῶν γονάτων σ᾽ Εὐριπίδη,
δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. 415
δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
Ευριπίδης
τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;

Δικ.:   οὐκ Οἰνέως ἦν, ἀλλ᾽ ἔτ᾽ ἀθλιωτέρου. 420
Ευριπίδης
τὰ τοῦ τυφλοῦ Φοίνικος;

Δικ.:   οὐ Φοίνικος, οὔ·
ἀλλ᾽ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
Ευριπίδης
ποίας ποθ᾽ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
ἀλλ᾽ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;

Δικ.:   οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου. 425
Ευριπίδης
ἀλλ᾽ ἦ τὰ δυσπινῆ ᾽θέλεις πεπλώματα,
ἃ Βελλεροφόντης εἶχ᾽ ὁ χωλὸς οὑτοσί;

Δικ.:   οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
Ευριπίδης
οἶδ᾽ ἄνδρα Μυσὸν Τήλεφον. 430

Δικ.:   ναὶ Τήλεφον·
τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
Ευριπίδης
ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
κεῖται δ᾽ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
μεταξὺ τῶν Ἰνοῦς.

Κηφ.:  ἰδοὺ ταυτὶ λαβέ.

Δικ.:   ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, 435
ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον.
Εὐριπίδη, ᾽πειδήπερ ἐχαρίσω ταδί,
κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, 440
εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·
τοὺς μὲν θεατὰς εἰδέναι μ᾽ ὃς εἴμ᾽ ἐγώ,
τοὺς δ᾽ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
Ευριπίδης
δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί. 445

Δικ.:   εὐδαιμονοίης, Τηλέφῳ δ᾽ ἁγὼ φρονῶ.
εὖ γ᾽ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
Ευριπίδης
τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.

Δικ.:   ὦ θύμ᾽, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, 450
πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ
γλίσχρος προσαιτῶν λιπαρῶν τ᾽. Εὐριπίδη
δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
Ευριπίδης
τί δ᾽ ὦ τάλας σε τοῦδ᾽ ἔχει πλέκους χρέος;

Δικ.:   χρέος μὲν οὐδέν, βούλομαι δ᾽ ὅμως λαβεῖν. 455
Ευριπίδης
λυπηρὸς ἴσθ᾽ ὢν κἀποχώρησον δόμων.

Δικ.:   φεῦ·
εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
Ευριπίδης
ἄπελθε νῦν μοι.

Δικ.:   μἀλλά μοι δὸς ἓν μόνον
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον. 460
Ευριπίδης
φθείρου λαβὼν τόδ᾽· ἴσθ᾽ ὀχληρὸς ὢν δόμοις.

Δικ.:   οὔπω μὰ Δί᾽· οἶσθ᾽ οἷ᾽ αὐτὸς ἐργάζει κακά.
ἀλλ᾽ ὦ γλυκύτατ᾽ Εὐριπίδη τουτὶ μόνον
δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
Ευριπίδης
ὦνθρωπ᾽ ἀφαιρήσει με τὴν τραγῳδίαν·
ἄπελθε ταυτηνὶ λαβών. 465

Δικ.:   ἀπέρχομαι.
καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
ἀπόλωλ᾽. ἄκουσον ὦ γλυκύτατ᾽ Εὐριπίδη·
τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ᾽ ἔτι·
ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
Ευριπίδης
ἀπολεῖς μ᾽. ἰδού σοι. φροῦδά μοι τὰ δράματα. 470

Δικ.:   ἀλλ᾽ οὐκέτ᾽, ἀλλ᾽ ἄπειμι. καὶ γάρ εἰμ᾽ ἄγαν
ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ᾽. ἐπελαθόμην
ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον, 475
κάκιστ᾽ ἀπολοίμην, εἴ τί σ᾽ αἰτήσαιμ᾽ ἔτι,
πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
Ευριπίδης
ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.

Δικ.:   ὦ θύμ᾽ ἄνευ σκάνδικος ἐμπορευτέα. 480
ἆρ᾽ οἶσθ᾽ ὅσον τὸν ἀγῶν᾽ ἀγωνιεῖ τάχα,
μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δ᾽ αὑτηί.
ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
ἐπῄνεσ᾽· ἄγε νυν ὦ τάλαινα καρδία 485
ἄπελθ᾽ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
παράσχες εἰποῦσ᾽ ἅττ᾽ ἂν αὐτῇ σοι δοκῇ.
τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.

Χορ.:  τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν 490
ἀναίσχυντος ὢν σιδηροῦς τ᾽ ἀνήρ,
ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμ᾽. εἶά νυν,
ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε. 495

Δικ.:   μή μοι φθονήσητ᾽ ἄνδρες οἱ θεώμενοι,
εἰ πτωχὸς ὢν ἔπειτ᾽ ἐν Ἀθηναίοις λέγειν
μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. 500
ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τ᾽ ἀγών,
κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι 505
ἥκουσιν οὔτ᾽ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·
ἀλλ᾽ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·
τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς 510
σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
κἀμοὶ γάρ ἐστ᾽ ἀμπέλια διακεκομμένα.
ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, 515
μέμνησθε τοῦθ᾽ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
ἀλλ᾽ ἀνδράρια μοχθηρά, παρακεκομμένα,
ἄτιμα καὶ παράσημα καὶ παράξενα,
ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·
κεἴ που σίκυον ἴδοιεν ἢ λαγᾐδιον 520
ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
ταῦτ᾽ ἦν Μεγαρικὰ κἀπέπρατ᾽ αὐθημερόν.
καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
νεανίαι κλέπτουσι μεθυσοκότταβοι· 525
κᾆθ᾽ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·
κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος 530
ἤστραπτ᾽ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτ᾽ ἐν ἀγορᾷ
μήτ᾽ ἐν θαλάττῃ μήτ᾽ ἐν οὐρανῷ μένειν.
ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ᾽πείνων βάδην, 535
Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμ᾽ ὅπως
μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·
κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε. 540

Δικ.:   φέρ᾽ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
καθῆσθ᾽ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·
καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
τριακοσίας ναῦς, ἦν δ᾽ ἂν ἡ πόλις πλέα 545
θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, 550
στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
τὸ νεώριον δ᾽ αὖ κωπέων πλατουμένων,
τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
ταῦτ᾽ οἶδ᾽ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον 555
οὐκ οἰόμεσθα; νοῦς ἄρ᾽ ἡμῖν οὐκ ἔνι.
Ἡμιχόριον Α
ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
Ἡμιχόριον Β
νὴ τὸν Ποσειδῶ καὶ λέγει γ᾽ ἅπερ λέγει 560
δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
Ἡμιχόριον Α
εἶτ᾽ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτ᾽ ἐχρῆν;
ἀλλ᾽ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
Ἡμιχόριον Β
οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα. 565
Ἡμιχόριον Α
ἰὼ Λάμαχ᾽ ὦ βλέπων ἀστραπάς,
βοήθησον ὦ γοργολόφα φανείς,
ἰὼ Λάμαχ᾽ ὦ φίλ᾽ ὦ φυλέτα·
εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
τειχομάχας ἀνήρ, βοηθησάτω 570
τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.
Λάμαχος
πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
τίς Γοργόν᾽ ἐξήγειρεν ἐκ τοῦ σάγματος;

Δικ.:   ὦ Λάμαχ᾽ ἥρως, τῶν λόφων καὶ τῶν λόχων. 575
Ἡμιχόριον Α
ὦ Λάμαχ᾽, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;

Λάμ.:  οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;

Δικ.:   ὦ Λάμαχ᾽ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην. 580

Λάμ.:  τί δ᾽ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;

Δικ.:   οὐκ οἶδά πω·
ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
ἀλλ᾽ ἀντιβολῶ σ᾽ ἀπένεγκέ μου τὴν μορμόνα.

Λάμ.:  ἰδού.

Δικ.:   παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.

Λάμ.:  κεῖται.

Δικ.:   φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.

Λάμ.:  τουτὶ πτίλον σοι. 585

Δικ.:   τῆς κεφαλῆς νύν μου λαβοῦ,
ἵν᾽ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.

Other books

Steamed by Katie Macalister
Doctor Who: Shining Darkness by Michalowski, Mark
The Tamarack Murders by Patrick F. McManus
The Sleeping Beauty by Mercedes Lackey
Damsels in Distress by Amanita Virosa
Sapphire: New Horizons by Heather Brooks
Znakovi by Ivo Andrić
The Red Queen by Meg Xuemei X