Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (134 page)

BOOK: Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
13.34Mb size Format: txt, pdf, ePub

Χρεμύλος

ὁ δὲ γναφεύει γ᾽:

Καρίων
ὁ δέ γε πλύνει κῴδια:

Χρεμύλος

ὁ δὲ βυρσοδεψεῖ γ᾽:

Καρίων
ὁ δέ γε πωλεῖ κρόμμυα:

Χρεμύλος

ὁ δ᾽ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.

Πλο

τος

οἴμοι τάλας ταυτί μ᾽ ἐλάνθανεν πάλαι.

Καρίων

170
μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;

Χρεμύλος

ἐκκλησία δ᾽ οὐχὶ διὰ τοῦτον γίγνεται;

Καρίων

τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.

Χρεμύλος

τὸ δ᾽ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;

Καρίων

ὁ Πάμφιλος δ᾽ οὐχι διὰ τοῦτον κλαύσεται;

Χρεμύλος

175
ὁ βελονοπώλης δ᾽ οὐχὶ μετὰ τοῦ Παμφίλου;

Καρίων

Ἀγύρριος δ᾽ οὐχὶ διὰ τοῦτον πέρδεται;

Χρεμύλος

Φιλέψιος δ᾽ οὐχ ἕνεκα σοῦ μύθους λέγει;

Καρίων

ἡ ξυμμαχία δ᾽ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;

Χρεμύλος

ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;

Καρίων

180
ὁ Τιμοθέου δὲ πύργος —

Χρεμύλος
ἐμπέσοι γέ σοι.
τὰ δὲ πράγματ᾽ οὐχὶ διὰ σὲ πάντα πράττεται;
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ᾽ ὅτι.

Καρίων

κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185
ἐφ᾽ οἷς οὗτος ἐπικαθέζηται μόνον.

Πλο

τος

ἐγὼ τοσαῦτα δυνατός εἰμ᾽ εἷς ὢν ποιεῖν;

Χρεμύλος

καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα:
ὥστ᾽ οὐδὲ μεστὸς σοῦ γέγον᾽ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
190
ἔρωτος

Καρίων
ἄρτων

Χρεμύλος
μουσικῆς

Καρίων
τραγημάτων

Χρεμύλος

τιμῆς

Καρίων
πλακούντων

Χρεμύλος
ἀνδραγαθίας

Καρίων
ἰσχάδων

Χρεμύλος

φιλοτιμίας

Καρίων
μάζης

Χρεμύλος
στρατηγίας

Καρίων
φακῆς:

Χρεμύλος

σοῦ δ᾽ ἐγένετ᾽ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλ᾽ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195
πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα:
κἂν ταῦτ᾽ ἀνύσηται, τετταράκοντα βούλεται,
ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.

Πλο

τος

εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ:
πλὴν ἓν μόνον δέδοικα.

Χρεμύλος
φράζε τοῦ πέρι;

Πλο

τος

200
ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.

Χρεμύλος

νὴ τὸν Δί᾽ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθ᾽ ὁ Πλοῦτος.

Πλο

τος
ἥκιστ᾽, ἀλλά με
τοιχωρύχος τις διέβαλ᾽. ἐσδὺς γάρ ποτε
205
οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα:
εἶτ᾽ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.

Χρεμύλος

μή νυν μελέτω σοι μηδέν: ὡς ἐὰν γένῃ
ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
210
βλέποντ᾽ ἀποδείξω σ᾽ ὀξύτερον τοῦ Λυγκέως.

Πλο

τος

πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;

Χρεμύλος

ἔχω τιν᾽ ἀγαθὴν ἐλπίδ᾽ ἐξ ὧν εἶπέ μοι
ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.

Πλο

τος

κἀκεῖνος οὖν σύνοιδε ταῦτα;

Χρεμύλος
φήμ᾽ ἐγώ.

Πλο

τος

215
ὁρᾶτε.

Χρεμύλος
μὴ φρόντιζε μηδὲν ὦγαθέ.
ἐγὼ γάρ, εὖ τοῦτ᾽ ἴσθι, κεἰ δεῖ μ᾽ ἀποθανεῖν,
αὐτὸς διαπράξω ταῦτα.

Καρίων
κἂν βούλῃ γ᾽, ἐγώ.

Χρεμύλος

πολλοὶ δ᾽ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.

Πλο

τος

220
παπαῖ πονηρούς γ᾽ εἶπας ἡμῖν συμμάχους.

Χρεμύλος

οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
ἀλλ᾽ ἴθι σὺ μὲν ταχέως δραμών —

Καρίων
τί δρῶ; λέγε.

Χρεμύλος

τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δ᾽ ἴσως
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
225
ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.

Καρίων

καὶ δὴ βαδίζω: τουτοδὶ τὸ κρεᾴδιον
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.

Χρεμύλος

ἐμοὶ μελήσει τοῦτό γ᾽: ἀλλ᾽ ἀνύσας τρέχε.
230
σὺ δ᾽ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων
εἴσω μετ᾽ ἐμοῦ δεῦρ᾽ εἴσιθ᾽: ἡ γὰρ οἰκία
αὕτη ‘στὶν ἣν δεῖ χρημάτων σε τήμερον
μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.

Πλο

τος

ἀλλ᾽ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
235
εἰς οἰκίαν ἑκάστοτ᾽ ἀλλοτρίαν πάνυ:
ἀγαθὸν γὰρ ἀπέλαυσ᾽ οὐδὲν αὐτοῦ πώποτε.
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω:
κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
240
αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
ἔξαρνός ἐστι μηδ᾽ ἰδεῖν με πώποτε.
ἢν δ᾽ ὡς παραπλῆγ᾽ ἄνθρωπον εἰσελθὼν τύχω,
πόρναισι καὶ κύβοισι παραβεβλημένος
γυμνὸς θύραζ᾽ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.

Χρεμύλος

245
μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ᾽ ἀεί,
χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
πάλιν τ᾽ ἀναλῶν, ἡνίκ᾽ ἂν τούτου δέῃ.
ἀλλ᾽ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
250
καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.

Πλο

τος
πείθομαι.

Χρεμύλος

τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;

Καρίων

ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
255
ἴτ᾽ ἐγκονεῖτε σπεύδεθ᾽, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
ἀλλ᾽ ἔστ᾽ ἐπ᾽ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ᾽ ἀμύνειν.

Χορός

οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
σὺ δ᾽ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
260
ὅτου χάριν μ᾽ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.

Καρίων

οὔκουν πάλαι δήπου λέγω; σὺ δ᾽ αὐτὸς οὐκ ἀκούεις.
ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.

Χορός

ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ᾽ ὅ φησιν;

Καρίων

265
ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν᾽ ὦ πόνηροι
ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν:
οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.

Χορός

ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.

Καρίων

270
πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ᾽ ἔχοντα σωρόν.

Χορός

μῶν ἀξιοῖς φενακίσας ἔπειτ᾽ ἀπαλλαγῆναι
ἀζήμοις, καὶ ταῦτ᾽ ἐμοῦ βακτηρίαν ἔχοντος;

Καρίων

πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
ἡγεῖσθέ μ᾽ εἶναι κοὐδὲν ἂν νομίζεθ᾽ ὑγιὲς εἰπεῖν;

Χορός

275
ὡς σεμνὸς οὑπίτριπτος: αἱ κνῆμαι δέ σου βοῶσιν
‘ἰοὺ ἰού,’ τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.

Καρίων

ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
σὺ δ᾽ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.

Χορός

διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
280
ὅστις φενακίζεις, φράσαι δ᾽ οὔπω τέτληκας ἡμῖν,
οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
δεῦρ᾽ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.

Καρίων

ἀλλ᾽ οὐκέτ᾽ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
285
ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.

Χορός

ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;

Καρίων

νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτ᾽ ὄνου λάβητε.

Χορός

ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
ὑφ᾽ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ᾽ ἀληθῆ.

Καρίων

290
καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
ὑμᾶς ἄγειν. ἀλλ᾽ εἶα τέκεα θαμίν᾽ ἐπαναβοῶντες
βληχώμενοί τε προβατίων
αἰγῶν τε κιναβρώντων μέλη
295
ἕπεσθ᾽ ἀπεψωλημένοι: τράγοι δ᾽ ἀκρατιεῖσθε.
Χορός

ἡμεῖς δέ γ᾽ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
πήραν ἔχοντα λάχανά τ᾽ ἄγρια δροσερά, κραιπαλῶντα
ἡγούμενον τοῖς προβατίοις,
300
εἰκῇ δὲ καταδαρθόντα που
μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
Καρίων

ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν,
ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτ᾽ ἐν Κορίνθῳ
ἔπεισεν ὡς ὄντας κάπρους
305
μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δ᾽ ἔματτεν αὐτοῖς,
μιμήσομαι πάντας τρόπους:
ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
ἕπεσθε μητρὶ χοῖροι.
Χορός

οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν
310
καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους
λαβόντες ὑπὸ φιληδίας
τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
μινθώσομέν θ᾽ ὥσπερ τράγου
τὴν ῥῖνα: σὺ δ᾽ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
315
ἕπεσθε μητρὶ χοῖροι.
Καρίων

ἀλλ᾽ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
ὑμεῖς ἐπ᾽ ἄλλ᾽ εἶδος τρέπεσθ᾽,
ἐγὼ δ᾽ ἰὼν ἤδη λάθρᾳ
βουλήσομαι τοῦ δεσπότου
320
λαβών τιν᾽ ἄρτον καὶ κρέας
μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
Χορο

Χρεμύλος

χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν:
ἀσπάζομαι δ᾽ ὁτιὴ προθύμως ἥκετε
325
καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.

Χορός

θάρρει: βλέπειν γὰρ ἄντικρυς δόξεις μ᾽ Ἄρη.
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
330
ὠστιζόμεσθ᾽ ἑκάστοτ᾽ ἐν τἠκκλησίᾳ,
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.

Χρεμύλος

καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
προσιόντα: δῆλος δ᾽ ἐστὶν ὅτι τοῦ πράγματος
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.

Βλεψίδημος

335
τί ἂν οὖν τὸ πρᾶγμ᾽ εἴη; πόθεν καὶ τίνι τρόπῳ
Χρεμύλος πεπλούτηκ᾽ ἐξαπίνης; οὐ πείθομαι.
καίτοι λόγος γ᾽ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
340
ἔστιν δέ μοι τοῦτ᾽ αὐτὸ θαυμάσιον, ὅπως
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
οὔκουν ἐπιχώριόν γε πρᾶγμ᾽ ἐργάζεται.

Χρεμύλος

ἀλλ᾽ οὐδὲν ἀποκρύψας ἐρῶ: νὴ τοὺς θεοὺς
ὦ Βλεψίδημ᾽ ἄμεινον ἢ χθὲς πράττομεν,
345
ὥστε μετέχειν ἔξεστιν: εἶ γὰρ τῶν φίλων.

Βλεψίδημος

γέγονας δ᾽ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;

Χρεμύλος

ἔσομαι μὲν οὖν αὐτίκα μάλ᾽, ἢν θεὸς θέλῃ.
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.

Βλεψίδημος

ποῖός τις;

Χρεμύλος
οἷος;

Βλεψίδημος
λέγ᾽ ἀνύσας ὅ τι φῄς ποτε.

Χρεμύλος

350
ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί:
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.

Βλεψίδημος

τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
καί μ᾽ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
οὕτως ὑπερπλουτεῖν τό τ᾽ αὖ δεδοικέναι
355
πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ᾽ εἰργασμένου.

Χρεμύλος

πῶς οὐδὲν ὑγιές;

Βλεψίδημος
εἴ τι κεκλοφὼς νὴ Δία
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
παρὰ τοῦ θεοῦ, κἄπειτ᾽ ἴσως σοι μεταμέλει.

Χρεμύλος

Ἄπολλον ἀποτρόπαιε μὰ Δί᾽ ἐγὼ μὲν οὔ.

Βλεψίδημος

360
παῦσαι φλυαρῶν ὦγάθ᾽: οῖδα γὰρ σαφῶς.

Χρεμύλος

σὺ μηδὲν εἰς ἔμ᾽ ὑπονόει τοιουτονί.

Βλεψίδημος

φεῦ,
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
ἀλλ᾽ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.

Χρεμύλος

οὔ τοι μὰ τὴν Δήμητρ᾽ ὑγιαίνειν μοι δοκεῖς.

Βλεψίδημος

365
ὡς πολὺ μεθέστηχ᾽ ὧν πρότερον εἶχεν τρόπων.

Χρεμύλος

μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.

Βλεψίδημος

ἀλλ᾽ οὐδὲ τὸ βλέμμ᾽ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλ᾽ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.

Χρεμύλος

σὺ μὲν οἶδ᾽ ὃ κρώζεις: ὡς ἐμοῦ τι κεκλοφότος
370
ζητεῖς μεταλαβεῖν.

Βλεψίδημος
μεταλαβεῖν ζητῶ; τίνος;

Χρεμύλος

τὸ δ᾽ ἐστὶν οὐ τοιοῦτον ἀλλ᾽ ἑτέρως ἔχον.

Βλεψίδημος

μῶν οὐ κέκλοφας ἀλλ᾽ ἥρπακας;

Χρεμύλος
κακοδαιμονᾷς.

Βλεψίδημος

ἀλλ᾽ οὐδὲ μὴν ἀπεστέρηκάς γ᾽ οὐδένα;

Χρεμύλος

ου᾽ δῆτ᾽ ἔγωγ᾽.

Βλεψίδημος
ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
375
τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.

Χρεμύλος

κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.

Βλεψίδημος

ὦ τᾶν ἐγώ τοι τοῦτ᾽ ἀπὸ σμικροῦ πάνυ
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
τὸ στόμ᾽ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.

Χρεμύλος

380
καὶ μὴν φίλως γ᾽ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.

Other books

Treasure Fever! by Andy Griffiths
Beauty and the Beast by Wendy Mass
Unleashed by David Rosenfelt
The Grey Pilgrim by J.M. Hayes
Wolf in Man's Clothing by Mignon G. Eberhart
The Games Heroes Play by Joshua Debenedetto
Lights Out Liverpool by Maureen Lee
La Brava (1983) by Leonard, Elmore