[6.11]
Τὸν δὲ κυνηγέτην ἐξιέναι ἔχοντα ἠμελημένην ἐλαφρὰν ἐσθῆτα ἐπὶ τὸ κυνηγέσιον καὶ ὑπόδεσιν, ἐν δὲ τῆι χειρὶ ῥόπαλον, τὸν δὲ ἀρκυωρὸν ἕπεσθαι· πρὸς δὲ τὸ κυνηγέσιον σιγῆι προσιέναι, ἵνα μὴ ὁ λαγῶς, ἐάν που ἦι πλησίον, ὑποκινῆι ἀκούων τῆς φωνῆς.
[6.12]
δήσαντα δ᾽ ἐκ τῆς ὕλης τὰς κύνας ἑκάστην χωρίς, ὅπως ἂν εὔλυτοι ὦσιν, ἱστάναι τὰς ἄρκυς καὶ τὰ δίκτυα, ὡς εἴρηται. μετὰ δὲ τοῦτο τὸν μὲν ἀρκυωρὸν εἶναι ἐν φυλακῆι· αὐτὸν δὲ τὰς κύνας λαβόντα ἰέναι πρὸς τὴν ὑπαγωγὴν τοῦ κυνηγεσίου,
[6.13]
καὶ εὐξάμενον τῶι Ἀπόλλωνι καὶ τῆι Ἀρτέμιδι τῆι Ἀγροτέραι μεταδοῦναι τῆς θήρας λῦσαι μίαν κύνα, ἥτις ἂν ἦι σοφωτάτη ἰχνεύειν, ἐὰν μὲν ἦι χειμών, ἅμ᾽ ἡλίωι ἀνίσχοντι, ἐὰν δὲ θέρος, πρὸ ἡμέρας, τὰς δὲ ἄλλας ὥρας μεταξὺ τούτου.
[6.14]
ἐπειδὰν δὲ ἡ κύων λάβηι τὸ ἴχνος ὀρθὸν ἐκ τῶν ἐπηλλαγμένων, παραλῦσαι καὶ ἑτέραν· περαινομένου δὲ τοῦ ἴχνους διαλιπόντα μὴ πολὺ καὶ τὰς ἄλλας ἀφιέναι κατὰ μίαν, καὶ ἕπεσθαι μὴ ἐγκείμενον, ὀνομαστὶ ἑκάστην προσαγορεύοντα, μὴ πολλά, ἵνα μὴ παροξύνωνται πρὸ τοῦ καιροῦ.
[6.15]
αἱ δ᾽ ὑπὸ χαρᾶς καὶ μένους προΐασιν ἐξίλλουσαι τὰ ἴχνη, ὡς πέφυκε, διπλᾶ, τριπλᾶ, προφορούμεναι παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπηλλαγμένα, περιφερῆ, ὀρθά, καμπύλα, πυκνά, μανά, γνώριμα, ἄγνωστα, ἑαυτὰς παραθέουσαι, ταχὺ τὰς οὐρὰς διασείουσαι, καὶ ἐπικλίνουσαι τὰ ὦτα καὶ ἀστράπτουσαι τοῖς ὄμμασιν.
[6.16]
ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι, δῆλον ποιήσουσι τῶι κυνηγέτηι σὺν ταῖς οὐραῖς τὰ σώματα ὅλα συνεπικραδαίνουσαι, πολεμικῶς ἐπιφερόμεναι, φιλονίκως παραθέουσαι, συντρέχουσαι φιλοπόνως, συνιστάμεναι ταχύ, διιστάμεναι, πάλιν ἐπιφερόμεναι· τελευτῶσαι δὲ ἀφίξονται πρὸς τὴν εὐνὴν τοῦ λαγῶ, καὶ ἐπιδραμοῦνται ἐπ᾽ αὐτόν.
[6.17]
ὁ δ᾽ ἐξαίφνης ἀνάιξας [ἐφ᾽ αὑτὸν] ὑλαγμὸν ποιήσει τῶν κυνῶν καὶ κλαγγὴν φεύγων. ἐμβοάτω δὲ αὐτῶι διωκομένωι Ἰὼ κύνες, ἰώ, καλῶς, σοφῶς γε ὦ κύνες. καὶ κυνοδρομεῖν περιελίξαντα ὃ ἀμπέχεται περὶ τὴν χεῖρα καὶ τὸ ῥόπαλον ἀναλαβόντα κατὰ τὸν λαγῶ, καὶ μὴ ὑπαντᾶν· ἄπορον γάρ.
[6.18]
ὁ δὲ ὑποχωρῶν ταχὺ ἐκλείπων τὴν ὄψιν πάλιν περιβάλλει ὅθεν εὑρίσκεται ἐπὶ τὸ πολύ. ἀναβοᾶν δ᾽ ἐκεῖνον μὲν αὐτῶι Παισάτω παῖς· παῖ δή, παῖ δή. ὁ δέ, ἐάν τε ἑαλωκὼς ἦι ἐάν τε μή, δηλούτω.
[6.19]
καὶ ἐὰν μὲν ἑαλωκὼς ἦι ἐν τῶι πρώτωι δρόμωι, ἀνακαλεσάμενον τὰς κύνας ζητεῖν ἄλλον· ἐὰν δὲ μή, κυνοδρομεῖν ὡς τάχιστα καὶ μὴ ἀνιέναι, ἀλλ᾽ ἐκπερᾶν φιλοπόνως. καὶ ἐὰν πάλιν ἀπαντῶσι διώκουσαι αὐτόν, ἀναβοᾶν Εὖ γε, εὖ γε ὦ κύνες, ἕπεσθε ὦ κύνες· ἐὰν δὲ πολὺ προειληφυῖαι ὦσι καὶ μὴ οἷός τ᾽ ἦι κυνοδρομῶν ἐπιγίγνεσθαι αὐταῖς, ἀλλὰ διημαρτηκὼς ἦι τῶν δρόμων, ἢ καὶ πλησίον που φοιτώσας ἢ ἐπιστάσας ἢ ἐχομένας τῶν ἰχνῶν μὴ δύνηται ἰδεῖν, πυνθάνεσθαι παραθέοντα ἅμα ὅτωι ἂν προσπελάζηι ἀναβοῶντα
[6.20]
Ἦ κατεῖδες ὠὴ τὰς κύνας; ἐπειδὰν δὲ πύθηται ἤδη, ἐὰν μὲν ἐν τῶι ἴχνει ὦσι, προσστάντα ἐγκελεύειν, τοὔνομα μεταβάλλοντα ἑκάστης τῆς κυνός, ὁποσαχῆι οἷόν τ᾽ ἂν ἦι τοὺς τόνους τῆς φωνῆς ποιούμενον, ὀξύ, βαρύ, μικρόν, μέγα· πρὸς δὲ τοῖς ἄλλοις κελεύσμασιν, ἐὰν ὦσιν ἐν ὄρει αἱ μεταδρομαί, ἐπικελεύειν τόδε, Εὖα κύνες, εὖ᾽ ὦ κύνες. ἐὰν δὲ μὴ πρὸς αὐτοι3ς ὦσι τοῖς ἴχνεσιν, ἀλλ᾽ ὑπερβάλλωσι, καλεῖν αὐτάς, Οὐ πάλιν, οὐ πάλιν ὦ κύνες;
[6.21]
ἐπειδὰν δὲ προσσχῶσι τοῖς ἴχνεσι, περιάγειν αὐτὰς κύκλους πολλοὺς ποιούμενον· ὅπου δ᾽ ἂν ἦι αὐταῖς ἀμαυρὸν τὸ ἴχνος, σημεῖον θέσθαι στοῖχον ἑαυτῶι, καὶ ἀπὸ τούτου συνείρειν μέχρι ἂν σαφῶς γνωρίσωσιν ἐγκελεύοντα καὶ θωπεύοντα.
[6.22]
αἱ δ᾽ ἐπειδὰν λαμπρὰ ἦι τὰ ἴχνη ἐπιρριπτοῦσαι, παραπηδῶσαι, κοινωνοῦσαι, ὑπολαμβάνουσαι, ἐνσημαινόμεναι, ὅρους τιθέμεναι ἑαυταῖς γνωρίμους ταχὺ μεταθεύσονται· ὅταν δὲ οὕτω διά τοῦ ἴχνους πυκνῶς διάιττωσι, μὴ κατέχοντα κυνοδρομεῖν, ἵνα μὴ ὑπὸ φιλοτιμίας ὑπερβάλλωσι τὰ ἴχνη.
[6.23]
ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι καὶ τοῦτο ἐπιδεικνύωνται σαφῶς τῶι κυνηγέτηι, προσέχειν, ὅπως ἂν μὴ ὑποκινῆι εἰς τὸ πρόσθεν πεφοβημένος τὰς κύνας· αἱ δὲ διαρριπτοῦσαι τὰς οὐρὰς καὶ ἑαυταῖς ἐμπίπτουσαι καὶ πολλὰ ὑπερπηδῶσαι καὶ ἐπανακλαγγάνουσαι, ἐπαναίρουσαι τὰς κεφαλάς, εἰσβλέπουσαι εἰς τὸν κυνηγέτην, ἐπιγνωρίζουσαι ἀληθῆ ἤδη εἶναι ταῦτα ὑφ᾽ αὑτῶν ἀναστήσουσι τὸν λαγῶ καὶ ἐπίασι κεκλαγγυῖαι.
[6.24]
ἐὰν δὲ εἰς τὰς ἄρκυς ἐμπίπτηι ἢ ἐντὸς ἢ ἔξω παρενεχθῆι, καθ᾽ ἓν ἕκαστον τούτων ὁ ἀρκυωρὸς γεγωνείτω. καὶ ἐὰν μὲν ἦι ἑαλωκώς, ἕτερον ἐπιζητεῖν· ἐὰν δὲ μή, μεταθεῖν χρώμενον τοῖς αὐτοῖς ἐγκελεύσμασιν.
[6.25]
ἐπειδὰν δὲ μεταθέουσαι αἱ κύνες ἤδη ὑπόκοποι ὦσι καὶ ἦι ὀψὲ ἤδη τῆς ἡμέρας, τότε δεῖ τὸν κυνηγέτην τὸν λαγῶ ἀπειρηκότα ζητεῖν, μὴ παραλείποντα μηδὲν ὧν ἡ γῆ ἀνίησιν ἢ ἔχει ἐφ᾽ αὑτῆς, τὰς ἀναστροφὰς ποιούμενον πυκνάς, ὅπως ἂν μὴ παραλειφθῆι [κατακλίνεται γὰρ ἐν μικρῶι τὸ θηρίον καὶ οὐκ ἀνίσταται ὑπὸ κόπου καὶ φόβου], τὰς κύνας ἐπαγόμενον, ἐγκελεύοντα, παραμυθούμενον τὴν φιλάνθρωπον πολλά, τὴν αὐθάδη ὀλίγα τὴν μέσην μέτρια, ἕως ἂν ἢ ἀποκτείνηι αὐτὸν κατὰ πόδας ἢ εἰς τὰς ἄρκυς ἐμβάληι.
[6.26]
μετὰ δὲ ταῦτα ἀνελόντα τὰς ἄρκυς καὶ τὰ δίκτυα, ἀνατρίψαντα τὰς κύνας ἀπιέναι ἐκ τοῦ κυνηγεσίου, ἐπιμείναντα, ἐὰν ἦι θερινὴ μεσημβρία, ὅπως ἂν τῶν κυνῶν οἱ πόδες μὴ καίωνται ἐν τῆι πορείαι.
[7.1]
Σκυλακεύειν δὲ αὐτὰς ἐπανιέντα τῶν πόνων τοῦ χειμῶνος, ἵνα ἔχουσαι τὴν ἡσυχίαν πρὸς τὸ ἔαρ ἐπάγωνται τὴν φύσιν γενναίαν· ἡ γὰρ ὥρα πρὸς τὰς αὐξήσεις τῶν κυνῶν κρατίστη αὕτη· εἰσὶ δὲ τέτταρες καὶ δέκα ἡμέραι ἐν αἷς ἡ ἀνάγκη αὕτη ἔχει.
[7.2]
ἄγειν δὲ καταπαυομένας, ἵνα θᾶττον ἐγκύμονες γίγνωνται, πρὸς κύνας ἀγαθούς· ἐπειδὰν δὲ ὦσιν ἐπίφοροι, μὴ ἐξάγειν ἐπὶ κυνηγέσιον ἐνδελεχῶς, ἀλλὰ διαλείπειν, ἵνα μὴ φιλοπονίαι διαφθείρωσι. κύουσι δ᾽ ἑξήκονθ᾽ ἡμέρας.
[7.3]
ἐπειδὰν δὲ γένηται τὰ σκυλάκια, ὑπὸ τῆι τεκούσηι ἐᾶν καὶ μὴ ὑποβάλλειν ὑφ᾽ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα καὶ φίλαι αἱ περιβολαί.
[7.4]
ἐπειδὰν δὲ πλανᾶται τὰ σκυλάκια ἤδη, διδόναι γάλα μέχρι ἐνιαυτοῦ καὶ οἷς μέλλει τὸν ἅπαντα χρόνον βιώσεσθαι, ἄλλο δὲ μηδέν· αἱ γὰρ βαρεῖαι πλησμοναὶ τῶν σκυλακίων διαστρέφουσι τὰ σκέλη, <τοῖς> σώμασι νόσους ἐμποιοῦσι, καὶ τὰ ἐντὸς ἄδικα γίγνεται.
[7.5]
Τὰ δ᾽ ὀνόματα αὐταῖς τίθεσθαι βραχέα, ἵνα εὐανάκλητα ἦι. εἶναι δὲ χρὴ τοιάδε· Ψυχή, Θυμός, Πόρπαξ, Στύραξ, Λογχή, Λόχος, Φρουρά, Φύλαξ, Τάξις, Ξίφων, Φόναξ, Φλέγων, Ἀλκή, Τεύχων, Ὑλεύς, Μήδας, Πόρθων, Σπέρχων, Ὀργή, Βρέμων, Ὕβρις, Θάλλων, Ῥώμη, Ἀνθεύς, Ἥβα, Γηθεύς, Χαρά, Λεύσων, Αὐγώ, Πολεύς, Βία, Στίχων, Σπουδή, Βρύας, Οἰνάς, Στέρρος, Κραύγη, Καίνων, Τύρβας, Σθένων, Αἰθήρ, Ἀκτίς,
[7.6]
Αἰχμή, Νόης, Γνώμη, Στίβων, Ὁρμή. ἄγειν δὲ τὰς σκύλακας ἐπὶ τὸ κυνηγέσιον, τὰς μὲν θηλείας ὀκταμήνους, τοὺς δὲ ἄρρενας δεκαμήνους· πρὸς δὲ τὰ ἴχνη τὰ εὐναῖα μὴ λύειν, ἀλλ᾽ ἔχοντα ὑφημμένας μακροῖς ἱμᾶσιν ἀκολουθεῖν ταῖς κυσὶν ἰχνευούσαις, ἐῶντα αὐτὰς διαθεῖν τὰ ἴχνη.
[7.7]
καὶ ἐπειδὰν ὁ λαγῶς εὑρίσκηται, ἐὰν μὲν καλαὶ ὦσι πρὸς τὸν δρόμον τὰ εἴδη, μὴ ἀνιέναι εὐθύς· ἐπειδὰν δὲ προλάβηι ὁ λαγῶς τῶι δρόμωι, ὥστε μὴ ἐφορᾶν ἔτι αὐτόν, τὰς σκύλακας ἱέναι.
[7.8]
ἐὰν γὰρ ὁμόθεν καλὰς τὰ εἴδη οὔσας καὶ εὐψύχους πρὸς τὸν δρόμον ἐπιλύηι, ὁρῶσαι τὸν λαγῶ ἐντεινόμεναι ῥήγνυνται, οὔπω ἔχουσαι συνεστῶτα τὰ σώματα· διαφυλάττειν οὖν δεῖ τοῦτο τὸν κυνηγέτην.
[7.9]
ἐὰν δὲ αἰσχίους ὦσι <καὶ ἄψυχοι> πρὸς τὸν δρόμον, οὐδὲν κωλύει ἱέναι· εὐθὺς γὰρ δὴ ἀνέλπιστοι οὖσαι τοῦ ἑλεῖν οὐ πείσονται τοῦτο. τὰ δὲ δρομαῖα, ἕως ἂν ἕλωσι [τῶι ἴχνει], μεταθεῖν ἐᾶν· ἁλισκομένου δὲ τοῦ λαγῶ διδόναι αὐταῖς ἀναρρηγνύναι.
[7.10]
ἐπειδὰν δὲ μηκέτι θέλωσι προσμένειν τοῖς ἴχνεσιν, ἀλλ᾽ ἀποσκεδαννύωνται, ἀναλαμβάνειν, ἕως ἂν ἐθισθῶσιν εὑρίσκειν προσθέουσαι τὸν λαγῶ, ἐπεὶ μὴ ἐν κόσμωι ἀεὶ τοῦτον ζητοῦσαι τελευτῶσαι γίγνονται ἔκκυνοι, πονηρὸν μάθημα.
[7.11]
πρὸς δὲ ταῖς ἄρκυσι διδόναι τὰ σιτία αὐταῖς, ἕως ἂν νέαι ὦσιν, ὅταν ἀναιρῶνται, ἵν᾽ ἐὰν πλανηθῶσιν ἐν τῶι κυνηγεσίωι δι᾽ ἀπειρίαν, πρὸς τοῦτο ἐπανιοῦσαι σώιζωνται. ἀφεθήσονται δὲ τούτου, ὅταν ἤδη τῶι θηρίωι ἔχωσι πολεμίως, ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἢ ἐκείνου φροντίζειν.
[7.12]
χρὴ δὲ καὶ ὡς τὰ πολλὰ δεομέναις διδόναι τὰ ἐπιτήδεια ταῖς κυσὶν αὐτόν· ὅταν μὲν γὰρ <μὴ> ἐνδεεῖς ὦσι, τούτου τὸν αἴτιον οὐκ ἴσασιν, ὅταν δὲ ἐπιθυμοῦσαι λάβωσι, τὸν διδόντα στέργουσιν.
[8.1]
Ἰχνεύεσθαι δὲ τὸν λαγῶ ὅταν νίφηι ὁ θεὸς ὥστε ἠφανίσθαι τὴν γῆν· εἰ δ᾽ ἐνέσται μεγάγχιμα, δυσζήτητος ἔσται. ἔστι δέ, ὅταν μὲν ἐπινεφῆι καὶ ἦι βόρειον, τὰ ἴχνη ἔξω πολὺν χρόνον δῆλα· οὐ γὰρ ταχὺ συντήκεται· ἐὰν δὲ νότιόν τε ἦι καὶ ἥλιος ἐπιλάμπηι, ὀλίγον χρόνον· ταχὺ γὰρ διαχεῖται. ὅταν δ᾽ ἐπινίφηι συνεχῶς, οὐδὲν δεῖ· ἐπικαλύπτει γάρ· οὐδὲ ἂν πνεῦμα ἦι μέγα· συμφοροῦν γὰρ τὴν χιόνα ἀφανίζει.
[8.2]
κύνας μὲν οὖν οὐδὲν δεῖ ἔχοντα ἐξιέναι ἐπὶ τὴν θήραν ταύτην· ἡ γὰρ χιὼν καίει τῶν κυνῶν τὰς ῥῖνας, <ῥήγνυσι> τοὺς πόδας, τὴν ὀσμὴν τοῦ λαγῶ ἀφανίζει διὰ τὸ ὑπερπαγές· λαβόντα δὲ τὰ δίκτυα μετ᾽ ἄλλου ἐλθόντα πρὸς τὰ ὄρη παριέναι ἀπὸ τῶν ἔργων, καὶ ἐπειδὰν λάβηι τὰ ἴχνη, πορεύεσθαι κατὰ ταῦτα.
[8.3]
ἐὰν δ᾽ ἐπηλλαγμένα ἦι, ἐκ τῶν αὐτῶν πάλιν εἰς τὸ αὐτὸ ἥκοντα κύκλους ποιούμενον ἐκπεριιέναι τὰ τοιαῦτα ζητοῦντα ὁποῖα ἔξεισι. πολλὰ δὲ πλανᾶται ὁ λαγῶς ἀπορούμενος ὅπου κατακλινῆι, ἅμα δὲ καὶ εἴθισται τεχνάζειν τῆι βαδίσει διὰ τὸ διώκεσθαι ἀεὶ
[8.4]
ἀπὸ τῶν τοιούτων. ἐπειδὰν <δὲ> φανῆι τὸ ἴχνος, προϊέναι εἰς τὸ πρόσθεν. ἄξει δὲ ἢ πρὸς σύσκιον τόπον ἢ πρὸς ἀπόκρημνον· τὰ γὰρ πνεύματα ὑπερφορεῖ τὴν χιόνα ὑπὲρ τῶν τοιούτων. παραλείπεται οὖν εὐνάσιμα πολλά· ζητεῖ δὲ τοῦτο.
[8.5]
ἐπειδὰν δὲ τὰ ἴχνη πρὸς τοιαῦτα φέρηι, μὴ προσιέναι ἐγγύς, ἵνα μὴ ὑποκινῆι, ἀλλὰ κύκλωι ἐκπεριιέναι· ἐλπὶς γὰρ αὐτοῦ εἶναι. δῆλον δ᾽ ἔσται· τὰ γὰρ ἵχνη ἀπὸ τῶν τοιούτων οὐδαμοῦ περάσει.
[8.6]
ἐπειδὰν δὲ ἦι σαφὲς ὅτι αὐτοῦ ἐστιν, ἐᾶν· μενεῖ γάρ· ἕτερον δὲ ζητεῖν πρὶν τὰ ἴχνη ἄδηλα γενέσθαι, τῆς ὥρας ἐνθυμούμενον, ὅπως, ἂν καὶ ἑτέρους εὑρίσκηι, ἕσται ἡ λειπομένη ἱκανὴ περιστήσασθαι.
[8.7]
ἥκοντος δὲ τούτου περιτείνειν αὐτῶν ἑκάστωι τὰ δίκτυα τὸν αὐτὸν τρόπον ὅνπερ ἐν τοῖς μελαγχίμοις, περιλαμβάνοντα ἐντὸς πρὸς ὅτωι ἂν ἦι, καὶ ἐπειδὰν ἑστηκότα ἦι, προσελθόντα κινεῖν.
[8.8]
ἐὰν δὲ ἐκκυλισθῆι ἐκ τῶν δικτύων, μεταθεῖν κατὰ τὰ ἴχνη· ὁ δὲ ἀφίξεται πρὸς ἕτερα τοιαῦτα χωρία, ἐὰν μὴ ἄρα ἐν αὐτῆι τῆι χιόνι πιέσηι ἑαυτόν. σκεψάμενον οὖν δεῖ ὅπου ἂν ἦι περιίστασθαι. ἐὰν δὲ μὴ ὑπομένηι, μεταθεῖν· ἁλώσεται γὰρ καὶ ἄνευ τῶν δικτύων· ταχὺ γὰρ ἀπαγορεύει διὰ τὸ βάθος τῆς χιόνος καὶ διὰ τὸ κάτωθεν τῶν ποδῶν λασίων ὄντων προσέχεσθαι αὐτῶι ὄγκον πολύν.
[9.1]
Ἐπὶ δὲ τοὺς νεβροὺς καὶ τὰς ἐλάφους κύνας εἶναι Ἰνδικάς· εἰσὶ γὰρ ἰσχυραί, μεγάλαι, ποδώκεις, οὐκ ἄψυχοι· ἔχουσαι δὲ ταῦτα ἱκαναὶ γίγνονται πονεῖν. τοὺς μὲν οὖν νεογνοὺς τῶν νεβρῶν τοῦ ἦρος θηρᾶν· ταύτην γὰρ τὴν ὥραν γίγνονται.
[9.2]
κατασκέψασθαι δὲ προελθόντα εἰς τὰς ὀργάδας, οὗ εἰσιν ἔλαφοι πλεῖσται· ὅπου δ᾽ ἂν ὦσιν, ἔχοντα τὸν κυναγωγὸν τὰς κύνας καὶ ἀκόντια πρὸ ἡμέρας ἐλθόντα εἰς τὸν τόπον τοῦτον τὰς μὲν κύνας δῆσαι ἄπωθεν ἐκ τῆς ὕλης, ὅπως μή, ἂν ἴδωσι τὰς ἐλάφους, ὑλακτῶσιν, αὐτὸν δὲ σκοπιωρεῖσθαι.
[9.3]
ἅμα δὲ τῆι ἡμέραι ὄψεται ἀγούσας τοὺς νεβροὺς πρὸς τὸν τόπον οὗ ἂν μέλληι ἑκάστη τὸν ἑαυτῆς εὐνάσειν. κατακλίνασαι δὲ καὶ γάλα δοῦσαι καὶ διασκεψάμεναι μὴ ὁπῶνται ὑπό τινος, φυλάττει τὸν αὑτῆς ἑκάστη ἀπελθοῦσα εἰς τὸ ἀντιπέραν.
[9.4]
ἰδόντα δὲ ταῦτα τὰς μὲν κύνας λῦσαι, τὸν δὲ λαβόντα τὰ ἀκόντια προσιέναι ἐπὶ τὸν νεβρὸν τὸν πρῶτον, ὅπου εἶδεν εὐνασθέντα, τῶν τόπων ἐνθυμούμενον, ὅπως μὴ διαμαρτήσεται· πολὺ γὰρ ἀλλοιοῦνται τῆι ὄψει ἐγγὺς προσιόντι ἢ οἳ πόρρωθεν ἔδοξαν εἶναι.
[9.5]
ἐπειδὰν δὲ ἴδηι αὐτόν, προσιέναι ἐγγύς. ὁ δ᾽ ἕξει ἀτρέμα πιέσας ἑαυτὸν ἐπὶ γῆν καὶ ἐάσει ἀνελέσθαι, ἐὰν μὴ ἐφυσμένος ἦι, βοῶν μέγα. τούτου δὲ γενομένου οὐ μενεῖ· ταχὺ γὰρ τὸ ὑγρόν, ὃ ἔχει ἐν ἑαυτῶι, ὑπὸ τοῦ ψυχροῦ συνιστάμενον ποιεῖ ἀποχωρεῖν αὐτόν.
[9.6]
ἁλώσεται δὲ ὑπὸ τῶν κυνῶν σὺν πόνωι διωκόμενος· λαβόντα δὲ δοῦναι τῶι ἀρκυωρῶι· ὁ δὲ βοήσεται· ἡ δ᾽ ἔλαφος τὰ μὲν ἰδοῦσα, τὰ δ᾽ ἀκούσασα, ἐπιδραμεῖται τῶι ἔχοντι αὐτὸν ζητοῦσα ἀφελέσθαι.
[9.7]
ἐν δὲ τούτωι τῶι καιρῶι ἐγκελεύειν ταῖς κυσὶ καὶ χρῆσθαι τοῖς ἀκοντίοις. κρατήσαντα δὲ τούτου πορεύεσθαι καὶ ἐπὶ τοὺς ἄλλους καὶ τῶι αὐτῶι εἴδει πρὸς αὐτοὺς χρῆσθαι τῆς θήρας. καὶ οἱ μὲν νέοι τῶν νεβρῶν οὕτως ἁλίσκονται·
[9.8]
οἱ δὲ ἤδη μεγάλοι χαλεπῶς· νέμονται γὰρ μετὰ τῶν μητέρων καὶ ἑτέρων ἐλάφων· καὶ ἀποχωροῦσιν, ὅταν διώκωνται, ἐν μέσαις, ὁτὲ δὲ πρόσθεν, ἐν δὲ τῶι ὄπισθεν ὀλιγάκις.
[9.9]
αἱ δ᾽ ἔλαφοι τὰς κύνας ὑπὲρ αὐτῶν ἀμυνόμεναι καταπατοῦσιν, ὥστ᾽ οὐκ εὐάλωτοί εἰσιν, ἐὰν μὴ προσμείξας τις εὐθὺς διασκεδάσηι αὐτὰς ἀπ᾽ ἀλλήλων, ὥστε μονωθῆναί τινα αὐτῶν.
[9.10]
βιασθεῖσαι δὲ τοῦτο, τὸν μὲν πρῶτον δρόμον αἱ κύνες ἀπολείπονται· ἥ τε γὰρ ἀπουσία τῶν ἐλάφων ποιεῖ αὐτὸν περίφοβον, τό τε τάχος οὐδενὶ ἐοικός ἐστι τῶν τηλικούτων νεβρῶν· δευτέρωι δὲ καὶ τρίτωι δρόμωι ταχὺ ἁλίσκονται· τὰ γὰρ σώματα αὐτῶν διὰ τὸ ἔτι νεαρὰ εἶναι τῶι πόνωι οὐ δύναται ἀντέχειν.
[9.11]
Ἵστανται δὲ καὶ ποδοστράβαι ταῖς ἐλάφοις ἐν τοῖς ὄρεσι, περὶ τοὺς λειμῶνας καὶ τὰ ῥεῖθρα καὶ τὰς νάπας, ἐν ταῖς διόδοις καὶ τοῖς ἔργοις πρὸς ὅ τι ἂν προσίηι.
[9.12]
χρὴ δὲ εἶναι τὰς ποδοστράβας σμίλακος πεπλεγμένας, μὴ περιφλοίους, ἵνα μὴ σήπωνται, τὰς δὲ στεφάνας εὐκύκλους ἐχούσας, καὶ τοὺς ἥλους ἐναλλὰξ σιδηροῦς τε καὶ ξυλίνους ἐγκαταπεπλεγμένους ἐν τῶι πλοκάνωι· μείζους δὲ τοὺς σιδηροῦς, ὅπως ἂν οἱ μὲν ξύλινοι ὑπείκωσι τῶι ποδί, οἱ δὲ πιέζωσι.
[9.13]
τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα· ἔστι γὰρ ἀσηπτότατον τοῦτο. ὁ δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου, μέγεθος τρισπίθαμον, περίφλοιον, πάχος παλαιστῆς.
[9.14]
ἱστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον, περιφερὲς δὲ τοῦτο, καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν, εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῆι σειρίδι καὶ τῶι ξύλωι τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν.
[9.15]
ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον, περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου, τῆι στέγηι ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω, ἐπὶ δὲ τούτων πέταλα λεπτά, ὧν ἂν ἡ ὥρα ἦι.
[9.16]
μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν ἐπ᾽ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ἦι τῆι ἐλάφωι ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης, δυσωπεῖται· ταχὺ δὲ ποιεῖ τοῦτο.
[9.17]
ἐπισκοπεῖν δὲ ἔχοντα τὰς κύνας τὰς μὲν ἐν τοῖς ὄρεσιν ἑστώσας, μάλιστα μὲν ἕωθεν, χρὴ δὲ καὶ τῆς ἄλλης ἡμέρας, ἐν δὲ τοῖς ἔργοις πρώι. ἐν μὲν γὰρ τοῖς ὄρεσιν οὐ μόνον τῆς νυκτὸς ἁλίσκονται ἀλλὰ καὶ μεθ᾽ ἡμέραν διὰ τὴν ἐρημίαν· ἐν δὲ τοῖς ἔργοις τῆς νυκτὸς διὰ τὸ μεθ᾽ ἡμέραν πεφοβῆσθαι τοὺς ἀνθρώπους.
[9.18]
ἐπειδὰν δὲ εὕρηι ἀνεστραμμένην τὴν ποδοστράβην, μεταθεῖν ἐπιλύσαντα τὰς κύνας καὶ ἐπικελεύσαντα κατὰ τὸν ὁλκὸν τοῦ ξύλου, σκοπούμενον ὅποι ἂν φέρηται. ἔσται δὲ οὐκ ἄδηλον ἐπὶ τὸ πολύ· οἵ τε γὰρ λίθοι ἔσονται κεκινημένοι τά τ᾽ ἐπισύρματα τοῦ ξύλου καταφανῆ ἐν τοῖς ἔργοις· ἐὰν δὲ τραχεῖς τόπους διαπερᾶι, αἱ πέτραι ἕξουσι τὸν φλοιὸν τοῦ ξύλου ἀφηρπασμένον καὶ κατὰ τοῦτο ῥάιους αἱ μεταδρομαί ἔσονται.
[9.19]
ἐὰν μὲν οὖν τοῦ προσθίου ποδὸς ἁλῶι, ταχὺ ληφθήσεται· ἐν γὰρ τῶι δρόμωι πᾶν τὸ σῶμα τύπτει καὶ τὸ πρόσωπον· ἐὰν δὲ τοῦ ὄπισθεν, ἐφελκόμενον τὸ ξύλον ἐμποδὼν ὅλωι ἐστὶ τῶι σώματι, ἐνίοτε δὲ καὶ εἰς δίκρας τῆς ὕλης ἐμπίπτει φερόμενον, καὶ ἐὰν μὴ ἀπορρήξηι τὴν σειρίδα, καταλαμβάνεται αὐτοῦ.
[9.20]
χρὴ δέ, ἐὰν ὅυτως ἕληι ἢ περιγενόμενος πόνωι, [ἐὰν μὲν ἦι ἄρρην,] μὴ προσιέναι ἐγγύς· τοῖς γὰρ κέρασι παίει, <ἐὰν μὲν ἦι ἄρρην,> καὶ τοῖν ποδοῖν· ἐὰν δὲ θήλεια, τοῖν ποδοῖν· ἄπωθεν οὖν ἀκοντίζειν. ἁλίσκονται δὲ καὶ ἄνευ ποδοστράβης διωκόμεναι, ὅταν ἦι ἡ ὥρα θερινή· ἀπαγορεύουσι γὰρ σφόδρα, ὥστε ἑστῶσαι ἀκοντίζονται· ῥιπτοῦσι δὲ καὶ εἰς τὴν θάλατταν, ἐὰν κατέχωνται, καὶ εἰς τὰ ὕδατα ἀπορούμεναι· ὁτὲ δὲ διὰ δύσπνοιαν πίπτουσι.