Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (289 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
7.52Mb size Format: txt, pdf, ePub

Κεφ

λαιον
ι
ʹ

[1]
Ἢν δέ τίς ποτε βουληθῆι χρῆσθαι τῶι χρησίμωι εἰς πόλεμον ἵππωι ὡς μεγαλοπρεπεστέρωι τε καὶ περιβλεπτοτέρωι ἱππάζεσθαι, τοῦ μὲν ἕλκειν τε τὸ στόμα τῶι χαλινῶι καὶ μυωπίζειν τε καὶ μαστιγοῦν τὸν ἵππον, ἃ οἱ πολλοὶ ποιοῦντες λαμπρύνειν οἴονται, ἀπέχεσθαι δεῖ· πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν ὧν βούλονται.
[2]
τά τε γὰρ στόματα ἕλκοντες ἄνω ἀντὶ τοῦ προορᾶν ἐκτυφλοῦσι τοὺς ἵππους καὶ μυωπίζοντες καὶ παίοντες ἐκπλήττουσιν, ὡς τεταράχθαι καὶ κινδυνεύειν. ταῦτα δ’ ἐστὶν ἵππων ἔργα τῶν μάλιστα ἀχθομένων ἱππασίαι καὶ αἰσχρὰ καὶ οὐ καλὰ ποιούντων.
[3]
ἐὰν δέ τις διδάξηι τὸν ἵππον ἐν χαλαρῶι μὲν τῶι χαλινῶι ἱππεύειν, ἄνω δὲ τὸν αὐχένα αἴρειν, ἀπὸ δὲ τῆς κεφαλῆς κυρτοῦσθαι, οὕτως ἂν ἀπεργάζοιτο ποιεῖν τὸν ἵππον οἵοισπερ καὶ αὐτὸς ἥδεταί τε καὶ ἀγάλλεται.
[4]
τεκμήριον δὲ ὅτι τούτοις ἥδεται· ὅταν γὰρ αὐτὸς σχηματοποιεῖσθαι θέληι παρ’ ἵππους, μάλιστα δὲ ὅταν παρὰ θηλείας, τότε αἴρει τε τὸν αὐχένα ἄνω καὶ κυρτοῖ μάλιστα τὴν κεφαλὴν γοργούμενος, καὶ τὰ μὲν σκέλη ὑγρὰ μετεωρίζει, τὴν δὲ οὐρὰν ἄνω ἀνατείνει.
[5]
ὅταν οὖν τις αὐτὸν εἰς ταῦτα προάγηι ἅπερ αὐτὸς σχηματοποιεῖται, ὅταν μάλιστα καλλωπίζηται, οὕτως ἡδόμενόν τε τῆι ἱππασίαι καὶ μεγαλοπρεπῆ καὶ γοργὸν καὶ περίβλεπτον ἀποφαίνει τὸν ἵππον. ὡς οὖν ἡγούμεθα ταῦτ’ ἂν ἀπεργασθῆναι νῦν αὖ πειρασόμεθα διηγεῖσθαι.

[6]
Πρῶτον μὲν τοίνυν χρὴ οὐ μεῖον δυοῖν χαλινοῖν κεκτῆσθαι. τούτων δὲ ἔστω ὁ μὲν λεῖος, τοὺς τροχοὺς εὐμεγέθεις ἔχων, ὁ δ’ ἕτερος τοὺς μὲν τροχοὺς καὶ βαρεῖς καὶ ταπεινούς, τοὺς δ’ ἐχίνους ὀξεῖς, ἵνα, ὁπόταν μὲν τοῦτον λάβηι, ἀσχάλλων τῆι τραχύτητι διὰ τοῦτο ἀφίηι, ὅταν δὲ τὸν λεῖον μεταλάβηι, τῆι μὲν λειότητι αὐτοῦ ἡσθῆι, ἃ δ’ ἂν ὑπὸ τοῦ τραχέος παιδευθῆι, ταὐτὰ δὲ καὶ ἐν τῶι λείωι ποιῆι.
[7]
ἢν δ’ αὖ καταφρονήσας τῆς λειότητος θαμινὰ ἀπερείδηται ἐν αὐτῶι, τούτου ἕνεκα τοὺς τροχοὺς μεγάλους τῶι λείωι προστίθεμεν, ἵνα χάσκειν ἀναγκαζόμενος ὑπ’ αὐτῶν ἀφίηι τὸ στόμιον. οἷόν τε δὲ καὶ τὸν τραχὺν παντοδαπὸν ποιεῖν καὶ κατειλοῦντα καὶ κατατείνοντα. ὁποῖοι δ’ ἂν ὦσι χαλινοί, πάντες ὑγροὶ ἔστωσαν.
[8]
τὸν μὲν γὰρ σκληρόν, ὅπηι ἂν ὁ ἵππος λάβηι, ὅλον ἔχει πρὸς ταῖς γνάθοις, ὥσπερ καὶ ὀβελίσκον, ὁπόθεν ἄν τις λάβηι, ὅλον αἴρει.
[9]
ὁ δὲ ἕτερος ὥσπερ ἡ ἅλυσις ποιεῖ· ὃ γὰρ ἂν ἔχηι τις αὐτοῦ, τοῦτο μόνον ἄκαμπτον μένει, τὸ δὲ ἄλλο ἀπήρτηται. τὸ δὲ φεῦγον ἐν τῶι στόματι ἀεὶ θηρεύων ἀφίησιν ἀπὸ τῶν γνάθων τὸ στόμιον· τούτου ἕνεκα καὶ οἱ κατὰ μέσον ἐκ τῶν ἀξόνων δακτύλιοι κρεμάννυνται, ὅπως τούτους διώκων τῆι τε γλώττηι καὶ τοῖς ὀδοῦσιν ἀμελῆι τοῦ ἀναλαμβάνειν πρὸς τὰς γνάθους τὸν χαλινόν.
[10]
εἰ δέ τις ἀγνοεῖ, τί τὸ ὑγρὸν τοῦ χαλινοῦ καὶ τί τὸ σκληρόν, γράψομεν καὶ τοῦτο. ὑγρὸν μὲν γάρ ἐστιν ὅταν οἱ ἄξονες εὐρείας καὶ λείας ἔχωσι τὰς συμβολάς, ὥστε ῥαιδίως κάμπτεσθαι· καὶ πάντα δὲ ὁπόσα περιτίθεται περὶ τοὺς ἄξονας ἢν εὐρύστομα ἦι καὶ μὴ σύμπυκνα, ὑγρότερά ἐστιν.
[11]
ἢν δὲ χαλεπῶς ἕκαστα τοῦ χαλινοῦ διατρέχηι καὶ συνθέηι, τοῦτ’ ἐστὶ τὸ σκληρὸν εἶναι. ὁποῖος δ’ ἄν τις ἦι, τούτωι τάδε γε πάντα ταὐτὰ ποιητέον, ἤνπερ γε βούληται ἀποδείξασθαι τὸν ἵππον οἷονπερ εἴρηται·
[12]
ἀνακρουστέον μὲν τὸ στόμα τοῦ ἵππου οὔτε ἄγαν χαλεπῶς ὥστ’ ἐκνεύειν, οὔτε ἄγαν ἡσύχως ὡς μὴ αἰσθάνεσθαι· ἐπειδὰν δὲ ἀνακρουόμενος αἴρηι τὸν αὐχένα, δοτέον εὐθὺς τὸν χαλινόν. καὶ τἆλλα δὲ δεῖ, ὥσπερ οὐ παυόμεθα λέγοντες, ἐν ὧι ἂν καλῶς ὑπηρετῆι, χαρίζεσθαι τῶι ἵππωι.
[13]
καὶ ὅταν δ’ αἴσθηται ἡδόμενον τὸν ἵππον τῆι τε ὑψαυχενίαι καὶ τῆι χαλαρότητι, ἐν τούτωι οὐδὲν δεῖ χαλαπὸν προσφέρειν ὡς πονεῖν ἀναγκάζοντα, ἀλλὰ θωπεύειν ὡς ἱππάσασθαι βουλόμενον· οὕτω γὰρ μάλιστα θαρρῶν πρόεισιν εἰς τὴν ταχεῖαν ἱππασίαν.
[14]
ὡς δὲ καὶ τῶι ταχὺ θεῖν ἵππος ἥδεται τεκμήριον· ἐκφυγὼν γὰρ οὐδεὶς βάδην πορεύεται, ἀλλὰ θεῖ. τούτωι γὰρ πέφυκεν ἥδεσθαι, ἢν μή τις πλείω τοῦ καιροῦ θεῖν ἀναγκάζηι· ὑπερβάλλον δὲ τὸν καιρὸν οὐδὲν τῶν πάντων ἡδὺ οὔτε ἵππωι οὔτε ἀνθρώπωι.
[15]
ὅταν γε μὴν εἰς τὸ ἱππάζεσθαι μετὰ τοῦ κυδροῦ ἀφιγμένος ἦι, εἰθισμένος μὲν δήπου ἡμῖν ἦν ἐν τῆι πρώτηι ἱππασίαι ἐκ τῶν στροφῶν εἰς τὸ θᾶττον ὁρμᾶσθαι. ἢν δέ τις τοῦτο [μὲν] μεμαθηκότος αὐτοῦ ἅμα ἀντιλαμβάνηταί τε τῶι χαλινῶι καὶ σημήνηι τῶν ὁρμητηρίων τι, οὕτως ὑπὸ μὲν τοῦ χαλινοῦ πιεσθείς, ὑπὸ δὲ τοῦ ὁρμᾶν σημανθῆναι ἐγερθείς, [καὶ] προβάλλεται μὲν τὰ στέρνα, αἴρει δὲ ἄνω τὰ σκέλη ὀργιζόμενος, οὐ μέντοι ὑγρά γε· οὐ γὰρ μάλα ὅταν λυπῶνται ὑγροῖς τοῖς σκέλεσιν ἵπποι χρῶνται.
[16]
ἢν δέ τις οὕτως ἀνεζωπυρημένωι αὐτῶι δῶι τὸν χαλινόν, ἐνταῦθ’ ὑφ’ ἡδονῆς τῶι διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν, κυδρῶι μὲν τῶι σχήματι, ὑγροῖν δὲ τοῖν σκελοῖν γαυριώμενος φέρεται, παντάπασιν ἐκμιμούμενος τὸν πρὸς ἵππους καλλωπισμόν.
[17]
καὶ οἱ θεώμενοι τὸν ἵππον τοιοῦτον ἐπικαλοῦσιν ἐλευθέριόν τε καὶ ἐθελουργὸν καὶ ἱππαστὴν καὶ θυμοειδῆ καὶ σοβαρὸν καὶ ἅμα ἡδύν τε καὶ γοργὸν ἰδεῖν. καὶ ταῦτα μὲν δή, ἢν τούτων τις ἐπιθυμήσηι, μέχρι τούτων ἡμῖν γεγράφθω.

Κεφ

λαιον
ια
ʹ

[1]
Ἢν δέ τις ἄρα βουληθῆι καὶ πομπικῶι καὶ μετεώρωι καὶ λαμπρῶι ἵππωι χρήσασθαι, οὐ μάλα μὲν τὰ τοιαῦτα ἐκ παντὸς ἵππου γίγνεται, ἀλλὰ δεῖ ὑπάρξαι αὐτῶι καὶ τὴν ψυχὴν μεγαλόφρονα καὶ τὸ σῶμα εὔρωστον.
[2]
οὐ μέντοι ὅ γε οἴονταί τινες τὸν τὰ σκέλη ὑγρὰ ἔχοντα καὶ τὸ σῶμα αἴρειν δυνήσεσθαι, οὕτως ἔχει· ἀλλὰ μᾶλλον ὃς ἂν τὴν ὀσφῦν ὑγράν τε καὶ βραχεῖαν καὶ ἰσχυρὰν ἔχηι [καὶ οὐ τὴν κατ’ οὐρὰν λέγομεν, ἀλλ’ ἣ πέφυκε μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἰσχίων κατὰ τὸν κενεῶνα], οὗτος δυνήσεται πόρρω ὑποτιθέναι τὰ ὀπίσθια σκέλη ὑπὸ τὰ ἐμπρόσθια.
[3]
ἢν οὖν τις ὑποτιθέντος αὐτοῦ ἀνακρούηι τῶι χαλινῶι, ὀκλάζει μὲν τὰ ὀπίσθια ἐν τοῖς ἀστραγάλοις, αἴρει δὲ τὸ πρόσθεν σῶμα, ὥστε τοῖς ἐξ ἐναντίας φαίνεσθαι τὴν γαστέρα καὶ τὰ αἰδοῖα. δεῖ δὲ καὶ ὅταν ταῦτα ποιῆι διδόναι αὐτῶι τὸν χαλινόν, ὅπως τὰ κάλλιστα ἵππου ἑκόντα ποιῆσαι δοκῆι τοῖς ὁρῶσιν.
[4]
εἰσὶ μέντοι οἳ καὶ ταῦτα διδάσκουσιν οἱ μὲν ῥάβδωι ὑπὸ τοὺς ἀστραγάλους κρούοντες, οἱ δὲ καὶ βακτηρίαι παρατρέχοντά τινα κελεύοντες ὑπὸ τὰς μηριαίας παίειν.
[5]
ἡμεῖς γε μέντοι τὸ κράτιστον τῶν διδασκαλίων νομίζομεν, ὥσπερ ἀεὶ λέγομεν, ἢν ἐν παντὶ παρέπηται τὸ ἐν ὧι ἂν ποιήσηι τῶι ἀναβάτηι κατὰ γνώμην τυγχάνειν ῥαιστώνης παρ’ αὐτοῦ.
[6]
ἃ μὲν γὰρ ὁ ἵππος ἀναγκαζόμενος ποιεῖ, ὥσπερ καὶ Σίμων λέγει, οὔτ’ ἐπίσταται οὔτε καλά ἐστιν οὐδὲν μᾶλλον ἢ εἴ τις ὀρχηστὴν μαστιγῶν καὶ κεντρίζων <ῥυθμίζοι>· πολὺ γὰρ ἂν πλείω ἀσχημονοίη ἢ καλὰ ποιοίη ὁ τοιαῦτα πάσχων καὶ ἵππος καὶ ἄνθρωπος. ἀλλὰ δεῖ ἁπὸ σημείων ἑκόντα πάντα τὰ κάλλιστα καὶ λαμπρότατα ἐπιδείκνυσθαι.
[7]
ἢν δὲ καί, ὅταν μὲν ἱππάζηται μέχρι, πολλοῦ ἱδρῶτος ἐλαύνηται, ὅταν δὲ καλῶς μετεωρίζηι ἑαυτόν, ταχύ τε καταβαίνηται καὶ ἀποχαλινῶται, εὖ χρὴ εἰδέναι ὅτι ἑκὼν εἶσιν εἰς τὸ μετεωρίζειν ἑαυτόν·
[8]
ἐπὶ τῶν τοιούτων δὴ ἱππαζόμενοι ἵππων καὶ θεοὶ καὶ ἥρωες γράφονται, καὶ ἄνδρες οἱ καλῶς χρώμενοι αὐτοῖς μεγαλοπρεπεῖς φαίνονται.
[9]
οὕτω δὲ καὶ ἔστιν ὁ μετεωρίζων ἑαυτὸν ἵππος σφόδρα [ἢ καλὸν ἢ δεινὸν ἢ] ἀγαστὸν [ἢ θαυμαστόν], ὡς πάντων τῶν ὁρώντων καὶ νέων καὶ γεραιτέρων τὰ ὄμματα κατέχειν. οὐδεὶς γοῦν οὔτε ἀπολείπει αὐτὸν οὔτε ἀπαγορεύει θεώμενος, ἔστ’ ἄν περ ἐπιδεικνύηται τὴν λαμπρότητα.
[10]
ἤν γε μήν ποτε συμβῆι τινι τῶν τοιοῦτον ἵππον κεκτημένων ἢ φυλαρχῆσαι ἢ ἱππαρχῆσαι, οὐ δεῖ αὐτὸν τοῦτο σπουδάζειν, ὅπως αὐτὸς μόνος λαμπρὸς ἔσται, ἀλλὰ πολὺ μᾶλλον ὅπως ὅλον τὸ ἑπόμενον ἀξιοθέατον φανεῖται.
[11]
ἢν μὲν οὖν ἡγῆται [ὡς μάλιστα ἐπαινοῦσι τοὺς τοιούτους ἵππους,] ὃς ἂν ἀνωτάτω αἰρόμενος καὶ πυκνότατα τὸ σῶμα βραχύτατον προβαίνηι, δῆλον ὅτι καὶ βάδην ἕποιντ’ ἂν οἱ ἄλλοι ἵπποι αὐτῶι. ἐκ δὲ ταύτης τῆς ὄψεως τί ἂν καὶ λαμπρὸν γένοιτ’ ἄν;
[12]
ἢν δὲ ἐξεγείρας τὸν ἵππον ἡγῆι μήτε τῶι ἄγαν ταχεῖ μήτε τῶι ἄγαν βραδεῖ, ὡς δ’ εὐθυμότατοι ἵπποι καὶ γοργότατοι καὶ [πονεῖν] εὐσχημονέστατοι γίγνονται, – ἐὰν ἡγῆι αὐτοῖς οὕτως, ἁθρόος μὲν <ἂν> ὁ κτύπος, ἁθρόον δὲ τὸ φρύαγμα καὶ τὸ φύσημα τῶν ἵππων συμπαρέποιτο, ὥστε οὐ μόνον αὐτὸς ἀλλὰ καὶ πάντες οἱ συμπαρεπόμενοι ἀξιοθέατοι ἂν φαίνοιντο.

[13]
Ἤν γε μήν τις καλῶς μὲν ἱππωνήσηι, τρέφηι δὲ ὡς πόνους δύνασθαι ὑποφέρειν, ὀρθῶς δὲ χρῆται καὶ ἐν τοῖς πρὸς πόλεμον μελετήμασι καὶ ἐν ταῖς πρὸς ἐπίδειξιν ἱππασίαις καὶ ἐν τοῖς πολεμικοῖς ἀγωνίσμασι, τί ἔτι ἐμποδὼν τούτωι μὴ οὐχὶ πλείονός τε ἀξίους ἵππους ποιεῖν ἢ οἵους ἂν παραλαμβάνηι, καὶ εὐδοκίμους μὲν ἵππους ἔχειν, εὐδοκιμεῖν δὲ αὐτὸν ἐν τῆι ἱππικῆι, ἢν μή τι δαιμόνιον κωλύηι;

Κεφ

λαιον
ιβ
ʹ

[1]
Γράψαι δὲ βουλόμεθα καὶ ὡς δεῖ ὡπλίσθαι τὸν μέλλοντα ἐφ’ ἵππου κινδυνεύειν. πρῶτον μὲν τοίνυν φαμὲν χρῆναι πρὸς τὸ σῶμα τὸν θώρακα πεποιῆσθαι. τὸν μὲν γὰρ καλῶς ἁρμόττοντα [ἐκεῖνον] φέρει τὸ σῶμα, τὸν δὲ ἄγαν χαλαρὸν οἱ ὦμοι μόνοι φέρουσιν. ὅ γε μὴν λίαν στενὸς δεσμός, οὐχ ὅπλον ἐστίν.
[2]
ἐπεὶ δὲ καὶ ὁ αὐχήν ἐστι τῶν καιρίων, φαμὲν χρῆναι καὶ τούτωι ἐξ αὐτοῦ τοῦ θώρακος ὅμοιον τῶι αὐχένι στέγασμα πεποιῆσθαι. τοῦτο γὰρ ἅμα κόσμον τε παρέξει καί, ἢν οἷον δεῖ εἰργασμένον ἦι, δέξεται ὅταν βούληται τῶι ἀναβάτηι τὸ πρόσωπον μέχρι τῆς ῥινός.
[3]
κράνος γε μὴν κράτιστον εἶναι νομίζομεν τὸ βοιωτιουργές· τοῦτο γὰρ αὖ στεγάζει μάλιστα πάντα τὰ ὑπερέχοντα τοῦ θώρακος, ὁρᾶν δὲ οὐ κωλύει. ὁ δ’ αὖ θώραξ οὕτως εἰργάσθω ὡς μὴ κωλύειν μήτε καθίζειν μήτ’ ἐπικύπτειν.
[4]
τὰ δὲ περὶ τὸ ἦτρον καὶ τὰ αἰδοῖα [καὶ τὰ] κύκλωι αἱ πτέρυγες τοσαῦται καὶ τοιαῦται ἔστωσαν ὥστε στέγειν τὰ βέλη.
[5]
ἐπεὶ δὲ καὶ ἡ ἀριστερὰ χεὶρ ἤν τι πάθηι, καταλύει τὸν ἱππέα, καὶ ταύτηι ἐπαινοῦμεν τὸ ηὑρημένον ὅπλον τὴν χεῖρα καλουμένην. τόν τε γὰρ ὦμον σκεπάζει καὶ τὸν βραχίονα καὶ τὸν πῆχυν καὶ τὸ ἐχόμενον τῶν ἡνιῶν, καὶ ἐκτείνεται δὲ καὶ συγκάμπτεται· πρὸς δὲ τούτοις καὶ τὸ διαλεῖπον τοῦ θώρακος ὑπὸ τῆι μασχάληι καλύπτει.
[6]
τήν γε μὴν δεξιὰν ἐπαίρειν δεῖ, ἤν τε ἀκοντίσαι ἤν τε πατάξαι βουληθῆι. τοῦ μὲν δὴ θώρακος τὸ κωλῦον ταύτηι ἀφαιρετέον· ἀντὶ δὲ τούτου πτέρυγας ἐν τοῖς γιγγλύμοις προσθετέον ὅπως, ὅταν μὲν διαίρηται, ὁμοίως ἀναπτύσσωνται, ὅταν δὲ καταίρηται, ἐπικλείωνται.
[7]
τῶι γε μὴν βραχίονι τὸ ὥσπερ κνημὶς παρατιθέμενον βέλτιον ἡμῖν δοκεῖ εἶναι ἢ συνδεθὲν <τῶι> ὅπλωι. τό γε μὴν ψιλούμενον αἰρομένης τῆς δεξιᾶς στεγαστέον ἐγγὺς τοῦ θώρακος ἢ μοσχείωι ἢ χαλκείωι· εἰ δὲ μή, ἐν τῶι ἐπικαιροτάτωι ἀφύλακτον ἔσται.

[8]
Ἐπεὶ δ’ ἤνπερ τι πάσχηι ὁ ἵππος, ἐν παντὶ κινδύνου καὶ ὁ ἀναβάτης γίγνεται, ὁπλίζειν δεῖ καὶ τὸν ἵππον προμετωπιδίωι καὶ προστερνιδίωι καὶ παραμηριδίοις· ταῦτα γὰρ ἅμα καὶ τῶι ἀναβάτηι παραμηρίδια γίγνεται. πάντων δὲ μάλιστα τοῦ ἵππου τὸν κενεῶνα δεῖ σκεπάζειν· καιριώτατον γὰρ ὂν καὶ ἀφαυρότατόν ἐστι· δυνατὸν δὲ σὺν τῶι ἐφιππίωι καὶ αὐτὸν σκεπάσαι.
[9]
χρὴ δὲ καὶ τὸ ἔποχον τοιοῦτον ἐρράφθαι ὡς ἀσφαλέστερόν τε τὸν ἱππέα καθῆσθαι καὶ τὴν ἕδραν τοῦ ἵππου μὴ σίνεσθαι. καὶ τὰ μὲν δὴ ἄλλα οὕτω καὶ ὁ ἵππος καὶ ὁ ἱππεὺς ὡπλισμένοι ἂν εἶεν.
[10]
κνῆμαι δὲ καὶ πόδες ὑπερέχοιεν μὲν ἂν εἰκότως τῶν παραμηριδίων, ὁπλισθείη δ’ ἂν καὶ ταῦτα, εἰ ἐμβάδες γένοιντο σκύτους, ἐξ οὗπερ αἱ κρηπῖδες ποιοῦνται· οὕτω γὰρ ἂν ἅμα ὅπλον τε κνήμαις καὶ ποσὶν ὑποδήματ’ ἂν εἴη.

[11]
Ὡς μὲν δὴ μὴ βλάπτεσθαι θεῶν ἵλεων ὄντων ταῦτα ὅπλα. ὡς δὲ τοὺς ἐναντίους βλάπτειν, μάχαιραν μὲν μᾶλλον ἢ ξίφος ἐπαινοῦμεν· ἐφ’ ὑψηλοῦ γὰρ ὄντι τῶι ἱππεῖ κοπίδος μᾶλλον ἡ πληγὴ ἢ ξίφους ἀρκέσει.
[12]
ἀντί γε μὴν δόρατος καμακίνου, ἐπειδὴ καὶ ἀσθενὲς καὶ δύσφορόν ἐστι, τὰ κρανέϊνα δύο παλτὰ μᾶλλον ἐπαινοῦμεν. καὶ γὰρ ἐξαφεῖναι τὸ ἕτερον δυνατὸν τῶι ἐπισταμένωι, καὶ τῶι λειπομένωι οἷόν τε χρῆσθαι καὶ εἰς τὸ ἀντίον καὶ εἰς τὰ πλάγια καὶ εἰς τοὔπισθεν· καὶ ἅμα ἰσχυρότερά τε τοῦ δόρατος καὶ εὐφορώτερά ἐστιν.

[13]
Ἀκόντισμά γε μὴν τὸ μακρότατον ἐπαινοῦμεν· καὶ γὰρ ἀποστρέψαι καὶ μεταλαβεῖν παλτὸν οὕτω μᾶλλον ὁ χρόνος ἐγχωρεῖ. γράψομεν δὲ ἐν βραχεῖ καὶ ὡς ἄν τις κράτιστα ἀκοντίζοι. ἢν γὰρ προβαλλόμενος μὲν τὰ ἀριστερά, ἐπανάγων δὲ τὰ δεξιά, ἐξανιστάμενος δὲ ἐκ τῶν μηρῶν, μικρὸν ἐπανακύπτουσαν τὴν λόγχην ἀφῆι, οὕτω σφοδρότατόν τε καὶ μακρότατον οἴσεται τὸ ἀκόντιον, εὐστοχώτατον μέντοι, ἐὰν κατὰ τὸν σκοπὸν ἀφιεμένη ἀεὶ ὁρᾶι ἡ λόγχη.
[14]
καὶ ταῦτα μὲν δὴ ἰδιώτηι καὶ ὑπομνήματα καὶ μαθήματα καὶ μελετήματα γεγράφθω ἡμῖν. ἃ δὲ ἱππάρχωι προσῆκεν εἰδέναι τε καὶ πράττειν ἐν ἑτέρωι λόγωι δεδήλωται.

THE CAVALRY GENERAL -

ππαρχικ

ς

[1.1]
Πρῶτον μὲν θύοντα χρὴ αἰτεῖσθαι θεοὺς ταῦτα διδόναι καὶ νοεῖν καὶ λέγειν καὶ πράττειν, ἀφ᾽ ὧν θεοῖς μὲν κεχαρισμενώτατα ἄρξαις ἄν, σαυτῶι δὲ καὶ φίλοις καὶ τῆι πόλει προσφιλέστατα καὶ εὐκλεέστατα καὶ πολυωφελέστατα.
[1.2]
θεῶν δὲ ἵλεων ὄντων ἀναβιβαστέον μέν σοι ἱππέας, καὶ ὅπως ἀναπληρῶται ὁ κατὰ τὸν νόμον ἀριθμὸς καὶ ὅπως τὸ ὂν ἱππικὸν μὴ μειῶται. εἰ δὲ μὴ προσαναβήσονται ἱππεῖς, μείονες ἀεὶ ἔσονται. ἀνάγκη γὰρ τοὺς μὲν γήραι ἀπαγορεύειν, τοὺς δὲ καὶ ἄλλως ἐκλείπειν.
[1.3]
πληρουμένου γε μὴν τοῦ ἱππικοῦ ἐπιμελητέον μὲν ὅπως τρέφωνται οἱ ἵπποι ὡς ἂν δύνωνται πόνους ὑποφέρειν· οἱ γὰρ ἥττους τῶν πόνων οὔτε αἱρεῖν οὔτε ἀποφεύγειν δύναιντ᾽ ἄν. ἐπιμελητέον δὲ ὅπως εὔχρηστοι ὦσιν· οἱ γὰρ αὖ ἀπειθεῖς τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς φίλοις συμμαχοῦσι.
[1.4]
καὶ οἱ λακτίζοντες δὲ ἀναβεβαμένοι ἵπποι ἐκποδὼν ποιητέοι· οἱ γὰρ τοιοῦτοι πολλάκις πλείω κακὰ ἢ οἱ πολέμιοι ποιοῦσι. δεῖ δὲ καὶ τῶν ποδῶν ἐπιμελεῖσθαι, ὅπως δύνωνται καὶ ἐν τραχείαι χώραι ἱππεύειν, εἰδότα ὅτι ὅπου ἂν ἀλγῶσιν ἐλαυνόμενοι, ἐνταῦθα οὐ χρήσιμοί εἰσι.
[1.5]
τῶν γε μὴν ἵππων ὑπαρχόντων οἵων δεῖ τοὺς ἱππέας αὖ ἀσκητέον, πρῶτον μὲν ὅπως ἐπὶ τοὺς ἵππους ἀναπηδᾶν δύνωνται· πολλοῖς γὰρ ἤδη ἡ σωτηρία παρὰ τοῦτο ἐγένετο· δεύτερον δὲ ὅπως ἐν παντοίοις χωρίοις ἱππάζεσθαι δυνήσονται· καὶ γὰρ οἱ πόλεμοι ἄλλοτε ἐν ἀλλοίοις τόποις γίγνονται.
[1.6]
ὅταν δὲ ἤδη ἔποχοι ὦσι, δεῖ αὖ σκοπεῖσθαι ὅπως ἀκοντιοῦσί τε ὡς πλεῖστοι ἀπὸ τῶν ἵππων καὶ τἆλλα δυνήσονται ποιεῖν ἃ δεῖ τοὺς ἱππικούς. μετὰ ταῦτα ὁπλιστέον καὶ ἵππους καὶ ἱππέας ὡς αὐτοὶ μὲν ἥκιστα τιτρώσκοιντ᾽ ἄν, βλάπτειν δὲ τοὺς πολεμίους μάλιστα δύναιντ᾽ ἄν.
[1.7]
ἐκ τούτων παρασκευαστέον ὅπως εὐπειθεῖς οἱ ἅνδρες ὦσιν· ἄνευ γὰρ τούτου οὔθ᾽ ἵππων ἀγαθῶν οὔθ᾽ ἱππέων ἐπόχων οὔθ᾽ ὅπλων καλῶν ὄφελος οὐδέν. προστατεύειν μὲν οὖν τούτων πάντων ὅπως καλῶς γίγνηται τὸν ἵππαρχον εἰκός ἐστιν.
[1.8]
ἐπεὶ δὲ καὶ ἡ πόλις χαλεπὸν ἡγησαμένη πάντα ταῦτα τὸν ἵππαρχον μόνον ὄντα ἀπεργάζεσθαι προσαιρεῖται μὲν αὐτῶι συνεργοὺς φυλάρχους, προσέταξε δὲ τῆι βουλῆι συνεπιμελεῖσθαι τοῦ ἱππικοῦ, ἀγαθόν μοι δοκεῖ εἶναι τοὺς μὲν φυλάρχους παρασκευάζειν συνεπιθυμεῖν σοι τῶν καλῶν τῶι ἱππικῶι, ἐν δὲ τῆι βουλῆι ἕχειν ῥήτορας ἐπιτηδείους, ὅπως λέγοντες φοβῶσί τε τοὺς ἱππέας [βελτίονες γὰρ ἂν εἶεν φοβούμενοι], καταπραΰνωσί τε τὴν βουλήν, ἤν τι παρὰ καιρὸν χαλεπαίνηι.
[1.9]
ταῦτα μὲν οὖν ὑπομνήματα ὧν δεῖ σε ἐπιμελεῖσθαι· ὡς δ᾽ ἂν ἕκαστα τούτων βέλτιστα περαίνοιτο, τοῦτο δὴ πειράσομαι λέγειν.

Other books

Earth Flight by Janet Edwards
Eden Burning by Belva Plain
The Golden by Lucius Shepard
Of Yesterday by Alta Hensley
The Romance of Atlantis by Taylor Caldwell