Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (196 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
2.9Mb size Format: txt, pdf, ePub

[7.4.1]
τῆι δ᾽ ὑστεραίαι κατακαύσας ὁ Σεύθης τὰς κώμας παντελῶς καὶ οἰκίαν οὐδεμίαν λιπών, ὅπως φόβον ἐνθείη καὶ τοῖς ἄλλοις οἷα πείσονται, ἂν μὴ πείθωνται, ἀπήιει πάλιν.
[7.4.2]
καὶ τὴν μὲν λείαν ἀπέπεμψε διατίθεσθαι Ἡρακλείδην εἰς Πέρινθον, ὅπως ἂν μισθὸς γένοιτο τοῖς στρατιώταις· αὐτὸς δὲ καὶ οἱ Ἕλληνες ἐστρατοπεδεύοντο ἀνὰ τὸ Θυνῶν πεδίον.
[7.4.3]
οἱ δ᾽ ἐκλιπόντες ἔφευγον εἰς τὰ ὄρη. ἦν δὲ χιὼν πολλὴ καὶ ψῦχος οὕτως ὥστε τὸ ὕδωρ ὃ ἐφέροντο ἐπὶ δεῖπνον ἐπήγνυτο καὶ ὁ οἶνος ὁ ἐν τοῖς ἀγγείοις, καὶ τῶν Ἑλλήνων πολλῶν καὶ ῥῖνες ἀπεκαίοντο καὶ ὦτα.
[7.4.4]
καὶ τότε δῆλον ἐγένετο οὗ ἕνεκα οἱ Θρᾶικες τὰς ἀλωπεκᾶς ἐπὶ ταῖς κεφαλαῖς φοροῦσι καὶ τοῖς ὠσί, καὶ χιτῶνας οὐ μόνον περὶ τοῖς στέρνοις ἀλλὰ καὶ περὶ τοῖς μηροῖς, καὶ ζειρὰς μέχρι τῶν ποδῶν ἐπὶ τῶν ἵππων ἔχουσιν, ἀλλ᾽ οὐ χλαμύδας.
[7.4.5]
ἀφιεὶς δὲ τῶν αἰχμαλώτων ὁ Σεύθης εἰς τὰ ὄρη ἔλεγεν ὅτι εἰ μὴ καταβήσονται οἰκήσοντες καὶ πείσονται, ὅτι κατακαύσει καὶ τούτων τὰς κώμας καὶ τὸν σῖτον, καὶ ἀπολοῦνται τῶι λιμῶι. ἐκ τούτου κατέβαινον καὶ γυναῖκες καὶ παῖδες καὶ πρεσβύτεροι· οἱ δὲ νεώτεροι ἐν ταῖς ὑπὸ τὸ ὄρος κώμαις ηὐλίζοντο.
[7.4.6]
καὶ ὁ Σεύθης καταμαθὼν ἐκέλευσε τὸν Ξενοφῶντα τῶν ὁπλιτῶν τοὺς νεωτάτους λαβόντα συνεπισπέσθαι. καὶ ἀναστάντες τῆς νυκτὸς ἅμα τῆι ἡμέραι παρῆσαν εἰς τὰς κώμας. καὶ οἱ μὲν πλεῖστοι ἐξέφυγον· πλησίον γὰρ ἦν τὸ ὄρος· ὅσους δὲ ἔλαβε κατηκόντισεν ἀφειδῶς Σεύθης.
[7.4.7]
Ἐπισθένης δ᾽ ἦν τις Ὀλύνθιος παιδεραστής, ὃς ἰδὼν παῖδα καλὸν ἡβάσκοντα ἄρτι πέλτην ἔχοντα μέλλοντα ἀποθνήισκειν, προσδραμὼν Ξενοφῶντα ἱκέτευε βοηθῆσαι παιδὶ καλῶι.
[7.4.8]
καὶ ὃς προσελθὼν τῶι Σεύθηι δεῖται μὴ ἀποκτεῖναι τὸν παῖδα, καὶ τοῦ Ἐπισθένους διηγεῖται τὸν τρόπον, καὶ ὅτι λόχον ποτὲ συνελέξατο σκοπῶν οὐδὲν ἄλλο ἢ εἴ τινες εἶεν καλοί, καὶ μετὰ τούτων ἦν ἀνὴρ ἀγαθός.
[7.4.9]
ὁ δὲ Σεύθης ἤρετο· «ἦ καὶ θέλοις ἄν, ὦ Ἐπίσθενες, ὑπὲρ τούτου ἀποθανεῖν;» ὁ δ᾽ ὑπερανατείνας τὸν τράχηλον, «παῖε, ἔφη, εἰ κελεύει ὁ παῖς καὶ μέλλει χάριν εἰδέναι.»
[7.4.10]
ἐπήρετο ὁ Σεύθης τὸν παῖδα εἰ παίσειεν αὐτὸν ἀντ᾽ ἐκείνου. οὐκ εἴα ὁ παῖς, ἀλλ᾽ ἱκέτευε μηδέτερον κατακαίνειν. ἐνταῦθα ὁ Ἐπισθένης περιλαβὼν τὸν παῖδα εἶπεν· «ὥρα σοι, ὦ Σεύθη, περὶ τοῦδέ μοι διαμάχεσθαι· οὐ γὰρ μεθήσω τὸν παῖδα.»
[7.4.11]
ὁ δὲ Σεύθης γελῶν ταῦτα μὲν εἴα· ἔδοξε δὲ αὐτῶι αὐτοῦ αὐλισθῆναι, ἵνα μηδ᾽ ἐκ τούτων τῶν κωμῶν οἱ ἐπὶ τοῦ ὄρους τρέφοιντο. καὶ αὐτὸς μὲν ἐν τῶι πεδίωι ὑποκαταβὰς ἐσκήνου, ὁ δὲ Ξενοφῶν ἔχων τοὺς ἐπιλέκτους ἐν τῆι ὑπὸ τὸ ὄρος ἀνωτάτω κώμηι, καὶ οἱ ἄλλοι Ἕλληνες ἐν τοῖς ὀρεινοῖς καλουμένοις Θραιξὶ πλησίον κατεσκήνησαν.
[7.4.12]
ἐκ τούτου ἡμέραι τ᾽ οὐ πολλαὶ διετρίβοντο καὶ οἱ ἐκ τοῦ ὄρους Θρᾶικες καταβαίνοντες πρὸς τὸν Σεύθην περὶ σπονδῶν καὶ ὁμήρων διεπράττοντο. καὶ ὁ Ξενοφῶν ἐλθὼν ἔλεγε τῶι Σεύθηι ὅτι ἐν πονηροῖς σκηνοῖεν καὶ πλησίον εἶεν οἱ πολέμιοι· ἥδιόν τ᾽ ἂν ἔξω αὐλίζεσθαι ἔφη ἐν ἐχυροῖς χωρίοις μᾶλλον ἢ ἐν τοῖς στεγνοῖς, ὥστε ἀπολέσθαι. ὁ δὲ θαρρεῖν ἐκέλευε καὶ ἔδειξεν ὁμήρους παρόντας αὐτῶν.
[7.4.13]
ἐδέοντο δὲ καὶ αὐτοῦ Ξενοφῶντος καταβαίνοντές τινες τῶν ἐκ τοῦ ὄρους συμπρᾶξαι σφίσι τὰς σπονδάς. ὁ δ᾽ ὡμολόγει καὶ θαρρεῖν ἐκέλευε καὶ ἠγγυᾶτο μηδὲν αὐτοὺς κακὸν πείσεσθαι πειθομένους Σεύθηι. οἱ δ᾽ ἄρα ταῦτ᾽ ἔλεγον κατασκοπῆς ἕνεκα.
[7.4.14]
ταῦτα μὲν τῆς ἡμέρας ἐγένετο· εἰς δὲ τὴν ἐπιοῦσαν νύκτα ἐπιτίθενται ἐλθόντες ἐκ τοῦ ὄρους οἱ Θυνοί. καὶ ἡγεμὼν μὲν ἦν ὁ δεσπότης ἑκάστης τῆς οἰκίας· χαλεπὸν γὰρ ἦν ἄλλως τὰς οἰκίας σκότους ὄντος ἀνευρίσκειν ἐν ταῖς κώμαις· καὶ γὰρ αἱ οἰκίαι κύκλωι περιεσταύρωντο μεγάλοις σταυροῖς τῶν προβάτων ἕνεκα.
[7.4.15]
ἐπεὶ δ᾽ ἐγένοντο κατὰ τὰς θύρας ἑκάστου τοῦ οἰκήματος, οἱ μὲν εἰσηκόντιζον, οἱ δὲ τοῖς σκυτάλοις ἔβαλλον, ἃ ἔχειν ἔφασαν ὡς ἀποκόψοντες τῶν δοράτων τὰς λόγχας, οἱ δ᾽ ἐνεπίμπρασαν, καὶ Ξενοφῶντα ὀνομαστὶ καλοῦντες ἐξιόντα ἐκέλευον ἀποθνήισκειν, ἢ αὐτοῦ ἔφασαν κατακαυθήσεσθαι αὐτόν.
[7.4.16]
καὶ ἤδη τε διὰ τοῦ ὀρόφου ἐφαίνετο πῦρ, καὶ ἐντεθωρακισμένοι οἱ περὶ τὸν Ξενοφῶντα ἔνδον ἦσαν ἀσπίδας καὶ μαχαίρας καὶ κράνη ἔχοντες, καὶ Σιλανὸς Μακίστιος ἐτῶν ὡς ὀκτωκαίδεκα σημαίνει τῆι σάλπιγγι· καὶ εὐθὺς ἐκπηδῶσιν ἐσπασμένοι τὰ ξίφη καὶ οἱ ἐκ τῶν ἄλλων σκηνωμάτων.
[7.4.17]
οἱ δὲ Θρᾶικες φεύγουσιν, ὥσπερ δὴ τρόπος ἦν αὐτοῖς, ὄπισθεν περιβαλλόμενοι τὰς πέλτας· καὶ αὐτῶν ὑπεραλλομένων τοὺς σταυροὺς ἐλήφθησάν τινες κρεμασθέντες ἐνεχομένων τῶν πελτῶν τοῖς σταυροῖς· οἱ δὲ καὶ ἀπέθανον ἁμαρτόντες τῶν ἐξόδων· οἱ δὲ Ἕλληνες ἐδίωκον ἔξω τῆς κώμης.
[7.4.18]
τῶν δὲ Θυνῶν ὑποστραφέντες τινὲς ἐν τῶι σκότει τοὺς παρατρέχοντας παρ᾽ οἰκίαν καιομένην ἠκόντιζον εἰς τὸ φῶς ἐκ τοῦ σκότους· καὶ ἔτρωσαν Ἱερώνυμόν τε καὶ Εὐοδέα λοχαγὸν καὶ Θεογένην Λοκρὸν λοχαγόν· ἀπέθανε δὲ οὐδείς· κατεκαύθη μέντοι καὶ ἐσθής τινων καὶ σκεύη.
[7.4.19]
Σεύθης δὲ ἧκε βοηθῶν σὺν ἑπτὰ ἱππεῦσι τοῖς πρώτοις καὶ τὸν σαλπικτὴν ἔχων τὸν Θράικιον. καὶ ἐπείπερ ἤισθετο, ὅσονπερ χρόνον ἐβοήθει, τοσοῦτον καὶ τὸ κέρας ἐφθέγγετο αὐτῶι· ὥστε καὶ τοῦτο φόβον συμπαρέσχε τοῖς πολεμίοις. ἐπεὶ δ᾽ ἦλθεν, ἐδεξιοῦτό τε καὶ ἔλεγεν ὅτι οἴοιτο τεθνεῶτας πολλοὺς εὑρήσειν.
[7.4.20]
ἐκ τούτου ὁ Ξενοφῶν δεῖται τοὺς ὁμήρους τε αὐτῶι παραδοῦναι καὶ ἐπὶ τὸ ὄρος, εἰ βούλεται, συστρατεύεσθαι· εἰ δὲ μή, αὐτὸν ἐᾶσαι.
[7.4.21]
τῆι οὖν ὑστεραίαι παραδίδωσιν ὁ Σεύθης τοὺς ὁμήρους, πρεσβυτέρους ἄνδρας ἤδη, τοὺς κρατίστους, ὡς ἔφασαν, τῶν ὀρεινῶν, καὶ αὐτὸς ἔρχεται σὺν τῆι δυνάμει. ἤδη δὲ εἶχε καὶ τριπλασίαν δύναμιν ὁ Σεύθης· ἐκ γὰρ τῶν Ὀδρυσῶν ἀκούοντες ἃ πράττει ὁ Σεύθης πολλοὶ κατέβαινον συστρατευσόμενοι.
[7.4.22]
οἱ δὲ Θυνοὶ ἐπεὶ εἶδον ἀπὸ τοῦ ὄρους πολλοὺς μὲν ὁπλίτας, πολλοὺς δὲ πελταστάς, πολλοὺς δὲ ἱππέας, καταβάντες ἱκέτευον σπείσασθαι, καὶ πάντα ὡμολόγουν ποιήσειν καὶ πιστὰ λαμβάνειν ἐκέλευον.
[7.4.23]
ὁ δὲ Σεύθης καλέσας τὸν Ξενοφῶντα ἐπεδείκνυεν ἃ λέγοιεν, καὶ οὐκ ἂν ἔφη σπείσασθαι, εἰ Ξενοφῶν βούλοιτο τιμωρήσασθαι αὐτοὺς τῆς ἐπιθέσεως.
[7.4.24]
ὁ δ᾽ εἶπεν· «ἀλλ᾽ ἔγωγε ἱκανὴν νομίζω καὶ νῦν δίκην ἔχειν, εἰ οὗτοι δοῦλοι ἔσονται ἀντ᾽ ἐλευθέρων.» συμβουλεύειν μέντοι ἔφη αὐτῶι τὸ λοιπὸν ὁμήρους λαμβάνειν τοὺς δυνατωτάτους κακόν τι ποιεῖν, τοὺς δὲ γέροντας οἴκοι ἐᾶν. οἱ μὲν οὖν ταύτηι πάντες δὴ προσωμολόγουν.

[7.5.1]
ὑπερβάλλουσι δὲ πρὸς τοὺς ὑπὲρ Βυζαντίου Θρᾶικας εἰς τὸ Δέλτα καλούμενον· αὕτη δ᾽ ἦν οὐκέτι ἀρχὴ Μαισάδου, ἀλλὰ Τήρους τοῦ Ὀδρύσου [ἀρχαίου τινός].
[7.5.2]
καὶ ὁ Ἡρακλείδης ἐνταῦθα ἔχων τὴν τιμὴν τῆς λείας παρῆν. καὶ Σεύθης ἐξαγαγὼν ζεύγη ἡμιονικὰ τρία (οὐ γὰρ ἦν πλείω), τὰ δ᾽ ἄλλα βοεικά, καλέσας Ξενοφῶντα ἐκέλευε λαβεῖν, τὰ δ᾽ ἄλλα διανεῖμαι τοῖς στρατηγοῖς καὶ λοχαγοῖς.
[7.5.3]
Ξενοφῶν δὲ εἶπεν· «ἐμοὶ τοίνυν ἀρκεῖ καὶ αὖθις λαβεῖν· τούτοις δὲ τοῖς στρατηγοῖς δωροῦ οἳ σὺν ἐμοὶ ἠκολούθησαν καὶ λοχαγοῖς.»
[7.5.4]
καὶ τῶν ζευγῶν λαμβάνει ἓν μὲν Τιμασίων ὁ Δαρδανεύς, ἓν δὲ Κλεάνωρ ὁ Ὀρχομένιος, ἓν δὲ Φρυνίσκος ὁ Ἀχαιός· τὰ δὲ βοεικὰ ζεύγη τοῖς λοχαγοῖς κατεμερίσθη. τὸν δὲ μισθὸν ἀποδίδωσιν ἐξεληλυθότος ἤδη τοῦ μηνὸς εἴκοσι μόνον ἡμερῶν· ὁ γὰρ Ἡρακλείδης ἔλεγεν ὅτι οὐ πλέον ἐμπολήσαι.
[7.5.5]
ὁ οὖν Ξενοφῶν ἀχθεσθεὶς εἶπεν ἐπομόσας· «δοκεῖς μοι, ὦ Ἡρακλείδη, οὐχ ὡς δεῖ κήδεσθαι Σεύθου· εἰ γὰρ ἐκήδου, ἧκες ἂν φέρων πλήρη τὸν μισθὸν καὶ προσδανεισάμενος, εἰ μὴ ἄλλως ἐδύνω, καὶ ἀποδόμενος τὰ σαυτοῦ ἱμάτια.»
[7.5.6]
ἐντεῦθεν ὁ Ἡρακλείδης ἠχθέσθη τε καὶ ἔδεισε μὴ ἐκ τῆς Σεύθου φιλίας ἐκβληθείη, καὶ ὅ τι ἐδύνατο ἀπὸ ταύτης τῆς ἡμέρας Ξενοφῶντα διέβαλλε πρὸς Σεύθην.
[7.5.7]
οἱ μὲν δὴ στρατιῶται Ξενοφῶντι ἐνεκάλουν ὅτι οὐκ εἶχον τὸν μισθόν· Σεύθης δὲ ἤχθετο αὐτῶι ὅτι ἐντόνως τοῖς στρατιώταις ἀπήιτει τὸν μισθόν.
[7.5.8]
καὶ τέως μὲν αἰεὶ ἐμέμνητο ὡς, ἐπειδὰν ἐπὶ θάλατταν ἀπέλθηι, παραδώσει αὐτῶι Βισάνθην καὶ Γάνον καὶ Νέον τεῖχος· ἀπὸ δὲ τούτου τοῦ χρόνου οὐδενὸς ἔτι τούτων ἐμέμνητο. ὁ γὰρ Ἡρακλείδης καὶ τοῦτο διεβεβλήκει ὡς οὐκ ἀσφαλὲς εἴη τείχη παραδιδόναι ἀνδρὶ δύναμιν ἔχοντι.
[7.5.9]
ἐκ τούτου ὁ μὲν Ξενοφῶν ἐβουλεύετο τί χρὴ ποιεῖν περὶ τοῦ ἔτι ἄνω στρατεύεσθαι· ὁ δ᾽ Ἡρακλείδης εἰσαγαγὼν τοὺς ἄλλους στρατηγοὺς πρὸς Σεύθην λέγειν τε ἐκέλευεν αὐτοὺς ὅτι οὐδὲν ἂν ἧττον σφεῖς ἀγάγοιεν τὴν στρατιὰν ἢ Ξενοφῶν, τόν τε μισθὸν ὑπισχνεῖτο αὐτοῖς ἐντὸς ὀλίγων ἡμερῶν ἔκπλεων παρέσεσθαι δυοῖν μηνοῖν, καὶ συστρατεύεσθαι ἐκέλευε.
[7.5.10]
καὶ ὁ Τιμασίων εἶπεν· «ἐγὼ μὲν τοίνυν οὐδ᾽ ἂν πέντε μηνῶν μισθὸς μέλληι εἶναι στρατευσαίμην ἂν ἄνευ Ξενοφῶντος.» καὶ ὁ Φρυνίσκος καὶ ὁ Κλεάνωρ συνωμολόγουν τῶι Τιμασίωνι.
[7.5.11]
ἐντεῦθεν ὁ Σεύθης ἐλοιδόρει τὸν Ἡρακλείδην ὅτι οὐ παρεκάλει καὶ Ξενοφῶντα. ἐκ δὲ τούτου παρακαλοῦσιν αὐτὸν μόνον. ὁ δὲ γνοὺς τοῦ Ἡρακλείδου τὴν πανουργίαν ὅτι βούλοιτο αὐτὸν διαβάλλειν πρὸς τοὺς ἄλλους στρατηγούς, παρέρχεται λαβὼν τούς τε στρατηγοὺς πάντας καὶ τοὺς λοχαγούς.
[7.5.12]
καὶ ἐπεὶ πάντες ἐπείσθησαν, συνεστρατεύοντο καὶ ἀφικνοῦνται ἐν δεξιᾶι ἔχοντες τὸν Πόντον διὰ τῶν Μελινοφάγων καλουμένων Θραικῶν εἰς τὸν Σαλμυδησσόν. ἔνθα τῶν εἰς τὸν Πόντον πλεουσῶν νεῶν πολλαὶ ὀκέλλουσι καὶ ἐκπίπτουσι· τέναγος γάρ ἐστιν ἐπὶ πάμπολυ τῆς θαλάττης.
[7.5.13]
καὶ Θρᾶικες οἱ κατὰ ταῦτα οἰκοῦντες στήλας ὁρισάμενοι τὰ καθ᾽ αὑτοὺς ἐκπίπτοντα ἕκαστοι λήιζονται· τέως δὲ ἔλεγον πρὶν ὁρίσασθαι ἁρπάζοντας πολλοὺς ὑπ᾽ ἀλλήλων ἀποθνήισκειν.
[7.5.14]
ἐνταῦθα ηὑρίσκοντο πολλαὶ μὲν κλῖναι, πολλὰ δὲ κιβώτια, πολλαὶ δὲ βίβλοι γεγραμμέναι, καὶ τἆλλα πολλὰ ὅσα ἐν ξυλίνοις τεύχεσι ναύκληροι ἄγουσιν. ἐντεῦθεν ταῦτα καταστρεψάμενοι ἀπῆισαν πάλιν.
[7.5.15]
ἔνθα δὴ Σεύθης εἶχε στράτευμα ἤδη πλέον τοῦ Ἑλληνικοῦ· ἔκ τε γὰρ Ὀδρυσῶν πολὺ ἔτι πλείους κατεβεβήκεσαν καὶ οἱ αἰεὶ πειθόμενοι συνεστρατεύοντο. κατηυλίσθησαν δ᾽ ἐν τῶι πεδίωι ὑπὲρ Σηλυμβρίας ὅσον τριάκοντα σταδίους ἀπέχοντες τῆς θαλάττης.
[7.5.16]
καὶ μισθὸς μὲν οὐδείς πω ἐφαίνετο· πρὸς δὲ τὸν Ξενοφῶντα οἵ τε στρατιῶται παγχαλέπως εἶχον ὅ τε Σεύθης οὐκέτι οἰκείως διέκειτο, ἀλλ᾽ ὁπότε συγγενέσθαι αὐτῶι βουλόμενος ἔλθοι, πολλαὶ ἤδη ἀσχολίαι ἐφαίνοντο.

[7.6.1]
ἐν τούτωι τῶι χρόνωι σχεδὸν ἤδη δύο μηνῶν ὄντων ἀφικνεῖται Χαρμῖνός τε ὁ Λάκων καὶ Πολύνικος παρὰ Θίβρωνος, καὶ λέγουσιν ὅτι Λακεδαιμονίοις δοκεῖ στρατεύεσθαι ἐπὶ Τισσαφέρνην, καὶ Θίβρων ἐκπέπλευκεν ὡς πολεμήσων, καὶ δεῖται ταύτης τῆς στρατιᾶς καὶ λέγει ὅτι δαρεικὸς ἑκάστωι ἔσται μισθὸς τοῦ μηνός, καὶ τοῖς λοχαγοῖς διμοιρία, τοῖς δὲ στρατηγοῖς τετραμοιρία.
[7.6.2]
ἐπεὶ δ᾽ ἦλθον οἱ Λακεδαιμόνιοι, εὐθὺς ὁ Ἡρακλείδης πυθόμενος ὅτι ἐπὶ τὸ στράτευμα ἥκουσι λέγει τῶι Σεύθηι ὅτι κάλλιστόν τι γεγένηται· οἱ μὲν γὰρ Λακεδαιμόνιοι δέονται τοῦ στρατεύματος, σὺ δὲ οὐκέτι δέηι· ἀποδιδοὺς δὲ τὸ στράτευμα χαριῆι αὐτοῖς, σὲ δὲ οὐκέτι ἀπαιτήσουσι τὸν μισθόν, ἀλλ᾽ ἀπαλλάξονται ἐκ τῆς χώρας.
[7.6.3]
ἀκούσας ταῦτα ὁ Σεύθης κελεύει παράγειν· καὶ ἐπεὶ εἶπον ὅτι ἐπὶ τὸ στράτευμα ἥκουσιν, ἔλεγεν ὅτι τὸ στράτευμα ἀποδίδωσι, φίλος τε καὶ σύμμαχος εἶναι βούλεται, καλεῖ τε αὐτοὺς ἐπὶ ξένια· καὶ ἐξένιζε μεγαλοπρεπῶς. Ξενοφῶντα δὲ οὐκ ἐκάλει, οὐδὲ τῶν ἄλλων στρατηγῶν οὐδένα.
[7.6.4]
ἐρωτώντων δὲ τῶν Λακεδαιμονίων τίς ἀνὴρ εἴη Ξενοφῶν ἀπεκρίνατο ὅτι τὰ μὲν ἄλλα εἴη οὐ κακός, φιλοστρατιώτης δέ· καὶ διὰ τοῦτο χεῖρόν ἐστιν αὐτῶι. καὶ οἳ εἶπον· «ἀλλ᾽ ἦ δημαγωγεῖ ὁ ἀνὴρ τοὺς ἄνδρας;» καὶ ὁ Ἡρακλείδης, «πάνυ μὲν οὖν,» ἔφη.
[7.6.5]
«ἆρ᾽ οὖν, ἔφασαν, μὴ καὶ ἡμῖν ἐναντιώσεται τῆς ἀπαγωγῆς;» «ἀλλ᾽ ἢν ὑμεῖς, ἔφη ὁ Ἡρακλείδης, συλλέξαντες αὐτοὺς ὑπόσχησθε τὸν μισθόν, ὀλίγον ἐκείνωι προσχόντες ἀποδραμοῦνται σὺν ὑμῖν.»
[7.6.6]
«πῶς οὖν ἄν, ἔφασαν, ἡμῖν συλλεγεῖεν;» «αὔριον ὑμᾶς, ἔφη ὁ Ἡρακλείδης, πρὼι ἄξομεν πρὸς αὐτούς· καὶ οἶδα, ἔφη, ὅτι ἐπειδὰν ὑμᾶς ἴδωσιν, ἄσμενοι συνδραμοῦνται.» αὕτη μὲν ἡ ἡμέρα οὕτως ἔληξεν.

[7.6.7]
τῆι δ᾽ ὑστεραίαι ἄγουσιν ἐπὶ τὸ στράτευμα τοὺς Λάκωνας Σεύθης τε καὶ Ἡρακλείδης, καὶ συλλέγεται ἡ στρατιά. τὼ δὲ Λάκωνε ἐλεγέτην ὅτι Λακεδαιμονίοις δοκεῖ πολεμεῖν Τισσαφέρνει τῶι ὑμᾶς ἀδικήσαντι· ἢν οὖν ἴητε σὺν ἡμῖν, τόν τε ἐχθρὸν τιμωρήσεσθε καὶ δαρεικὸν ἕκαστος οἴσει τοῦ μηνὸς ὑμῶν, λοχαγὸς δὲ τὸ διπλοῦν, στρατηγὸς δὲ τὸ τετραπλοῦν.
[7.6.8]
καὶ οἱ στρατιῶται ἄσμενοί τε ἤκουσαν καὶ εὐθὺς ἀνίσταταί τις τῶν Ἀρκάδων τοῦ Ξενοφῶντος κατηγορήσων. παρῆν δὲ καὶ Σεύθης βουλόμενος εἰδέναι τί πραχθήσεται, καὶ ἐν ἐπηκόωι εἱστήκει ἔχων ἑρμηνέα·
[7.6.9]
ξυνίει δὲ καὶ αὐτὸς Ἑλληνιστὶ τὰ πλεῖστα. ἔνθα δὴ λέγει ὁ Ἀρκάς· «ἀλλ᾽ ἡμεῖς μέν, ὦ Λακεδαιμόνιοι, καὶ πάλαι ἂν ἦμεν παρ᾽ ὑμῖν, εἰ μὴ Ξενοφῶν ἡμᾶς δεῦρο πείσας ἀπήγαγεν, ἔνθα δὴ ἡμεῖς μὲν τὸν δεινὸν χειμῶνα στρατευόμενοι καὶ νύκτα καὶ ἡμέραν οὐδὲν πεπαύμεθα· ὁ δὲ τοὺς ἡμετέρους πόνους ἔχει· καὶ Σεύθης ἐκεῖνον μὲν ἰδίαι πεπλούτικεν, ἡμᾶς δὲ ἀποστερεῖ τὸν μισθόν·
[7.6.10]
ὥστε [ὅ γε πρῶτος λέγων] ἐγὼ μὲν εἰ τοῦτον ἴδοιμι καταλευσθέντα καὶ δόντα δίκην ὧν ἡμᾶς περιεῖλκε, καὶ τὸν μισθὸν ἄν μοι δοκῶ ἔχειν καὶ οὐδὲν ἐπὶ τοῖς πεπονημένοις ἄχθεσθαι.» μετὰ τοῦτον ἄλλος ἀνέστη ὁμοίως καὶ ἄλλος. ἐκ δὲ τούτου Ξενοφῶν ἔλεξεν ὧδε.
[7.6.11]
«ἀλλὰ πάντα μὲν ἄρα ἄνθρωπον ὄντα προσδοκᾶν δεῖ, ὁπότε γε καὶ ἐγὼ νῦν ὑφ᾽ ὑμῶν αἰτίας ἔχω ἐν ὧι πλείστην προθυμίαν ἐμαυτῶι γε δοκῶ συνειδέναι περὶ ὑμᾶς παρεσχημένος. ἀπετραπόμην μέν γε ἤδη οἴκαδε ὡρμημένος, οὐ μὰ τὸν Δία οὔτοι πυνθανόμενος ὑμᾶς εὖ πράττειν, ἀλλὰ μᾶλλον ἀκούων ἐν ἀπόροις εἶναι ὡς ὠφελήσων εἴ τι δυναίμην.
[7.6.12]
ἐπεὶ δὲ ἦλθον, Σεύθου τουτουὶ πολλοὺς ἀγγέλους πρὸς ἐμὲ πέμποντος καὶ πολλὰ ὑπισχνουμένου μοι, εἰ πείσαιμι ὑμᾶς πρὸς αὐτὸν ἐλθεῖν, τοῦτο μὲν οὐκ ἐπεχείρησα ποιεῖν, ὡς αὐτοὶ ὑμεῖς ἐπίστασθε. ἦγον δὲ ὅθεν ὠιόμην τάχιστ᾽ ἂν ὑμᾶς εἰς τὴν Ἀσίαν διαβῆναι. ταῦτα γὰρ καὶ βέλτιστα ἐνόμιζον ὑμῖν εἶναι καὶ ὑμᾶς ἤιδειν βουλομένους.
[7.6.13]
ἐπεὶ δ᾽ Ἀρίσταρχος ἐλθὼν σὺν τριήρεσιν ἐκώλυε διαπλεῖν ἡμᾶς, ἐκ τούτου, ὅπερ εἰκὸς δήπου ἦν, συνέλεξα ὑμᾶς, ὅπως βουλευσαίμεθα ὅ τι χρὴ ποιεῖν.
[7.6.14]
οὐκοῦν ὑμεῖς ἀκούοντες μὲν Ἀριστάρχου ἐπιτάττοντος ὑμῖν εἰς Χερρόνησον πορεύεσθαι, ἀκούοντες δὲ Σεύθου πείθοντος ἑαυτῶι συστρατεύεσθαι, πάντες μὲν ἐλέγετε σὺν Σεύθηι ἰέναι, πάντες δ᾽ ἐψηφίσασθε ταῦτα. τί οὖν ἐγὼ ἐνταῦθα ἠδίκησα ἀγαγὼν ὑμᾶς ἔνθα πᾶσιν ὑμῖν ἐδόκει;
[7.6.15]
ἐπεί γε μὴν ψεύδεσθαι ἤρξατο Σεύθης περὶ τοῦ μισθοῦ, εἰ μὲν ἐπαινῶ αὐτόν, δικαίως ἄν με καὶ αἰτιῶισθε καὶ μισοῖτε· εἰ δὲ πρόσθεν αὐτῶι πάντων μάλιστα φίλος ὢν νῦν πάντων διαφορώτατός εἰμι, πῶς ἂν ἔτι δικαίως ὑμᾶς αἱρούμενος ἀντὶ Σεύθου ὑφ᾽ ὑμῶν αἰτίαν ἔχοιμι περὶ ὧν πρὸς τοῦτον διαφέρομαι;
[7.6.16]
ἀλλ᾽ εἴποιτ᾽ ἂν ὅτι ἔξεστι καὶ τὰ ὑμέτερα ἔχοντα παρὰ Σεύθου τεχνάζειν. οὐκοῦν δῆλον τοῦτό γέ ἐστιν, εἴπερ ἐμοὶ ἐτέλει τι Σεύθης, οὐχ οὕτως ἐτέλει δήπου ὡς ὧν τε ἐμοὶ δοίη στέροιτο καὶ ἄλλα ὑμῖν ἀποτείσειεν, ἀλλ᾽ οἶμαι, εἰ ἐδίδου, ἐπὶ τούτωι ἂν ἐδίδου ὅπως ἐμοὶ δοὺς μεῖον μὴ ἀποδοίη ὑμῖν τὸ πλέον.
[7.6.17]
εἰ τοίνυν οὕτως ἔχειν οἴεσθε, ἔξεστιν ὑμῖν αὐτίκα μάλα ματαίαν ταύτην τὴν πρᾶξιν ἀμφοτέροις ἡμῖν ποιῆσαι, ἐὰν πράττητε αὐτὸν τὰ χρήματα. δῆλον γὰρ ὅτι Σεύθης, εἰ ἔχω τι παρ᾽ αὐτοῦ, ἀπαιτήσει με, καὶ ἀπαιτήσει μέντοι δικαίως, ἐὰν μὴ βεβαιῶ τὴν πρᾶξιν αὐτῶι ἐφ᾽ ἧι ἐδωροδόκουν.
[7.6.18]
ἀλλὰ πολλοῦ μοι δοκῶ δεῖν τὰ ὑμέτερα ἔχειν· ὀμνύω γὰρ ὑμῖν θεοὺς ἅπαντας καὶ πάσας μηδ᾽ ἃ ἐμοὶ ἰδίαι ὑπέσχετο Σεύθης ἔχειν· πάρεστι δὲ καὶ αὐτὸς καὶ ἀκούων σύνοιδέ μοι εἰ ἐπιορκῶ·
[7.6.19]
ἵνα δὲ μᾶλλον θαυμάσητε, συνεπόμνυμι μηδὲ ἃ οἱ ἄλλοι στρατηγοὶ ἔλαβον εἰληφέναι, μὴ τοίνυν μηδὲ ὅσα τῶν λοχαγῶν ἔνιοι.
[7.6.20]
καὶ τί δὴ ταῦτ᾽ ἐποίουν; ὤιμην, ἄνδρες, ὅσω, μᾶλλον συμφέροιμι τούτωι τὴν τότε πενίαν, τοσούτωι μᾶλλον αὐτὸν φίλον ποιήσεσθαι, ὁπότε δυνασθείη. ἐγὼ δὲ ἅμα τε αὐτὸν ὁρῶ εὖ πράττοντα καὶ γιγνώσκω δὴ αὐτοῦ τὴν γνώμην.
[7.6.21]
εἴποι δή τις ἄν, οὔκουν αἰσχύνηι οὕτω μώρως ἐξαπατώμενος; ναὶ μὰ Δία ἠισχυνόμην μέντἄν, εἰ ὑπὸ πολεμίου γε ὄντος ἐξηπατήθην· φίλωι δὲ ὄντι ἐξαπατᾶν αἴσχιόν μοι δοκεῖ εἶναι ἢ ἐξαπατᾶσθαι.
[7.6.22]
ἐπεὶ εἴ γε πρὸς φίλους ἐστὶ φυλακή, πᾶσαν οἶδα ἡμᾶς φυλαξαμένους ὡς μὴ παρασχεῖν τούτωι πρόφασιν δικαίαν μὴ ἀποδιδόναι ἡμῖν ἃ ὑπέσχετο· οὔτε γὰρ ἠδικήσαμεν τοῦτον οὐδὲν οὔτε κατεβλακεύσαμεν τὰ τούτου οὐδὲ μὴν κατεδειλιάσαμεν οὐδὲν ἐφ᾽ ὅ τι ἡμᾶς οὗτος παρεκάλεσεν.
[7.6.23]
ἀλλά, φαίητε ἄν, ἔδει τὰ ἐνέχυρα τότε λαβεῖν, ὡς μηδ᾽ εἰ ἐβούλετο ἐδύνατο ἐξαπατᾶν. πρὸς ταῦτα δὴ ἀκούσατε ἃ ἐγὼ οὐκ ἄν ποτε εἶπον τούτου ἐναντίον, εἰ μή μοι παντάπασιν ἀγνώμονες ἐδοκεῖτε εἶναι ἢ λίαν εἰς ἐμὲ ἀχάριστοι.
[7.6.24]
ἀναμνήσθητε γὰρ ἐν ποίοις τισὶ πράγμασιν ὄντες ἐτυγχάνετε, ἐξ ὧν ὑμᾶς ἐγὼ ἀνήγαγον πρὸς Σεύθην. οὐκ εἰς μὲν Πέρινθον προσῆιτε [πόλιν], Ἀρίσταρχος δ᾽ ὑμᾶς ὁ Λακεδαιμόνιος οὐκ εἴα εἰσιέναι ἀποκλείσας τὰς πύλας; ὑπαίθριοι δ᾽ ἔξω ἐστρατοπεδεύετε, μέσος δὲ χειμὼν ἦν, ἀγορᾶι δὲ ἐχρῆσθε σπάνια μὲν ὁρῶντες τὰ ὤνια, σπάνια δ᾽ ἔχοντες ὅτων ὠνήσεσθε, ἀνάγκη δὲ ἦν μένειν ἐπὶ Θράικης·
[7.6.25]
τριήρεις γὰρ ἐφορμοῦσαι ἐκώλυον διαπλεῖν· εἰ δὲ μένοι τις, ἐν πολεμίαι εἶναι, ἔνθα πολλοὶ μὲν ἱππεῖς ἦσαν ἐναντίοι,
[7.6.26]
πολλοὶ δὲ πελτασταί, ἡμῖν δὲ ὁπλιτικὸν μὲν ἦν ὧι ἁθρόοι μὲν ἰόντες ἐπὶ τὰς κώμας ἴσως ἂν ἐδυνάμεθα σῖτον λαμβάνειν οὐδέν τι ἄφθονον, ὅτωι δὲ διώκοντες ἂν ἢ ἀνδράποδα ἢ πρόβατα κατελαμβάνομεν οὐκ ἦν ἡμῖν· οὔτε γὰρ ἱππικὸν οὔτε πελταστικὸν ἔτι ἐγὼ συνεστηκὸς κατέλαβον παρ᾽ ὑμῖν.
[7.6.27]
εἰ οὖν ἐν τοιαύτηι ἀνάγκηι ὄντων ὑμῶν μηδ᾽ ὁντιναοῦν μισθὸν προσαιτήσας Σεύθην σύμμαχον ὑμῖν προσέλαβον, ἔχοντα καὶ ἱππέας καὶ πελταστὰς ὧν ὑμεῖς προσεδεῖσθε, ἦ κακῶς ἂν ἐδόκουν ὑμῖν βεβουλεῦσθαι πρὸ ὑμῶν;
[7.6.28]
τούτων γὰρ δήπου κοινωνήσαντες καὶ σῖτον ἀφθονώτερον ἐν ταῖς κώμαις ηὑρίσκετε διὰ τὸ ἀναγκάζεσθαι τοὺς Θρᾶικας κατὰ σπουδὴν μᾶλλον φεύγειν, καὶ προβάτων καὶ ἀνδραπόδων μᾶλλον μετέσχετε.
[7.6.29]
καὶ πολέμιον οὐκέτι οὐδένα ἑωρῶμεν ἐπειδὴ τὸ ἱππικὸν ἡμῖν προσεγένετο· τέως δὲ θαρραλέως ἡμῖν ἐφείποντο οἱ πολέμιοι καὶ ἱππικῶι καὶ πελταστικῶι κωλύοντες μηδαμῆι κατ᾽ ὀλίγους ἀποσκεδαννυμένους τὰ ἐπιτήδεια ἀφθονώτερα ἡμᾶς πορίζεσθαι.
[7.6.30]
εἰ δὲ δὴ ὁ συμπαρέχων ὑμῖν ταύτην τὴν ἀσφάλειαν μὴ πάνυ πολὺν μισθὸν προσετέλει τῆς ἀσφαλείας, τοῦτο δὴ τὸ σχέτλιον πάθημα καὶ διὰ τοῦτο οὐδαμῆι οἴεσθε χρῆναι ζῶντα ἐμὲ ἀνεῖναι;
[7.6.31]
νῦν δὲ δὴ πῶς ἀπέρχεσθε; οὐ διαχειμάσαντες μὲν ἐν ἀφθόνοις τοῖς ἐπιτηδείοις, περιττὸν δ᾽ ἔχοντες τοῦτο εἴ τι ἐλάβετε παρὰ Σεύθου; τὰ γὰρ τῶν πολεμίων ἐδαπανᾶτε. καὶ ταῦτα πράττοντες οὔτε ἄνδρας ἐπείδετε ὑμῶν αὐτῶν ἀποθανόντας οὔτε ζῶντας ἀπεβάλετε.
[7.6.32]
εἰ δέ τι καλὸν πρὸς τοὺς ἐν τῆι Ἀσίαι βαρβάρους ἐπέπρακτο ὑμῖν, οὐ καὶ ἐκεῖνο σῶν ἔχετε καὶ πρὸς ἐκείνοις νῦν ἄλλην εὔκλειαν προσειλήφατε καὶ τοὺς ἐν τῆι Εὐρώπηι Θρᾶικας ἐφ᾽ οὓς ἐστρατεύσασθε κρατήσαντες; ἐγὼ μὲν ὑμᾶς φημι δικαίως ἂν ὧν ἐμοὶ χαλεπαίνετε τούτων τοῖς θεοῖς χάριν εἰδέναι ὡς ἀγαθῶν.
[7.6.33]
καὶ τὰ μὲν δὴ ὑμέτερα τοιαῦτα. ἄγετε δὴ πρὸς θεῶν καὶ τὰ ἐμὰ σκέψασθε ὡς ἔχει. ἐγὼ γὰρ ὅτε μὲν πρότερον ἀπῆια οἴκαδε, ἔχων μὲν ἔπαινον πολὺν πρὸς ὑμῶν ἀπεπορευόμην, ἔχων δὲ δι᾽ ὑμᾶς καὶ ὑπὸ τῶν ἄλλων Ἑλλήνων εὔκλειαν. ἐπιστευόμην δὲ ὑπὸ Λακεδαιμονίων· οὐ γὰρ ἄν με ἔπεμπον πάλιν πρὸς ὑμᾶς.
[7.6.34]
νῦν δὲ ἀπέρχομαι πρὸς μὲν Λακεδαιμονίους ὑφ᾽ ὑμῶν διαβεβλημένος, Σεύθηι δὲ ἀπηχθημένος ὑπὲρ ὑμῶν, ὃν ἤλπιζον εὖ ποιήσας μεθ᾽ ὑμῶν ἀποστροφὴν καὶ ἐμοὶ καλὴν καὶ παισίν, εἰ γένοιντο, καταθήσεσθαι.
[7.6.35]
ὑμεῖς δ᾽, ὑπὲρ ὧν ἐγὼ ἀπήχθημαί τε πλεῖστα καὶ ταῦτα πολὺ κρείττοσιν ἐμαυτοῦ, πραγματευόμενός τε οὐδὲ νῦν πω πέπαυμαι ὅ τι δύναμαι ἀγαθὸν ὑμῖν, τοιαύτην ἔχετε γνώμην περὶ ἐμοῦ.
[7.6.36]
ἀλλ᾽ ἔχετε μέν με οὔτε φεύγοντα λαβόντες οὔτε ἀποδιδράσκοντα· ἢν δὲ ποιήσητε ἃ λέγετε, ἴστε ὅτι ἄνδρα κατακεκονότες ἔσεσθε πολλὰ μὲν δὴ πρὸ ὑμῶν ἀγρυπνήσαντα, πολλὰ δὲ σὺν ὑμῖν πονήσαντα καὶ κινδυνεύσαντα καὶ ἐν τῶι μέρει καὶ παρὰ τὸ μέρος, θεῶν δ᾽ ἵλεων ὄντων καὶ τρόπαια βαρβάρων πολλὰ δὴ σὺν ὑμῖν στησάμενον, ὅπως δέ γε μηδενὶ τῶν Ἑλλήνων πολέμιοι γένησθε, πᾶν ὅσον ἐγὼ ἐδυνάμην πρὸς ὑμᾶς διατεινάμενον.
[7.6.37]
καὶ γὰρ οὖν νῦν ὑμῖν ἔξεστιν ἀνεπιλήπτως πορεύεσθαι ὅπηι ἂν ἕλησθε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ὑμεῖς δέ, ὅτε πολλὴ ὑμῖν εὐπορία φαίνεται, καὶ πλεῖτε ἔνθα δὴ ἐπεθυμεῖτε πάλαι, δέονταί τε ὑμῶν οἱ μέγιστον δυνάμενοι, μισθὸς δὲ φαίνεται, ἡγεμόνες δὲ ἥκουσι Λακεδαιμόνιοι οἱ κράτιστοι νομιζόμενοι εἶναι, νῦν δὴ καιρὸς ὑμῖν δοκεῖ εἶναι ὡς τάχιστα ἐμὲ κατακαίνειν;
[7.6.38]
οὐ μὴν ὅτε γε ἐν τοῖς ἀπόροις ἦμεν, ὦ πάντων μνημονικώτατοι, ἀλλὰ καὶ πατέρα ἐμὲ ἐκαλεῖτε καὶ αἰεὶ ὡς εὐεργέτου μεμνήσεσθαι ὑπισχνεῖσθε. οὐ μέντοι ἀγνώμονες οὐδὲ οὗτοί εἰσιν οἱ νῦν ἥκοντες ἐφ᾽ ὑμᾶς· ὥστε, ὡς ἐγὼ οἶμαι, οὐδὲ τούτοις δοκεῖτε βελτίονες εἶναι τοιοῦτοι ὄντες περὶ ἐμέ.» ταῦτ᾽ εἰπὼν ἐπαύσατο.

Other books

The Diamonds by Ted Michael
The Lich by Adventure Time
Steal the Sun by Lexi Blake
Telling Lies to Alice by Laura Wilson
Twice Upon a Blue Moon by Helena Maeve
The Midtown Murderer by David Carlisle
The Revelation by Mj Riley
The Hangings by Bill Pronzini
A Question of Ghosts by Cate Culpepper